Η Καινή Διαθήκη
ΠΕΤΡΟΥ Βʹ 1
Greeting
Συμεὼν Πέτρος, δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι πίστιν ἐν δικαιοσύνῃ τοῦ Θεοῦ ἡμῶν καὶ 2σωτῆρος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ Θεοῦ καὶ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.
Confirm Your Calling
Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς 3διὰ δόξης καὶ ἀρετῆς, δι᾽ ὧν τὰ 4τίμια ἡμῖν καὶ μέγιστα ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως ἀποφυγόντες τῆς ἐν 5κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς. καὶ αὐτὸ 6τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, ἐν δὲ τῇ εὐσεβείᾳ τὴν 7φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην. ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν· ᾧ γὰρ μὴ πάρεστι ταῦτα, τυφλός ἐστι μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ 8ἁμαρτιῶν. διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε. οὕτω γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ.
Διὸ 9οὐκ ἀμελήσω 10ἀεὶ ὑμᾶς ὑπομιμνῄσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ. δίκαιον δὲ ἡγοῦμαι, ἐφ᾽ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει, εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέ μοι. σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι.
Eyewitnesses of His Majesty
Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ᾽ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος. λαβὼν γὰρ παρὰ Θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης, 11Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὃν ἐγὼ εὐδόκησα, καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν σὺν αὐτῷ ὄντες ἐν τῷ 12ὄρει τῷ ἁγίῳ. καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν· τοῦτο πρῶτον γινώσκοντες, ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται. οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη 13ποτὲ προφητεία, 14ἀλλ᾽ ὑπὸ Πνεύματος Ἁγίου φερόμενοι ἐλάλησαν 15ἅγιοι Θεοῦ ἄνθρωποι.
Source notes (15)
- Footnote συμεων ¦ σιμων ꜱᴄʀ ᴡʜ
- Footnote σωτηρος ¦ σωτηρος ημων ᴇʟᴢ ꜱᴄʀ
- Footnote δια δοξης και αρετης ¦ ιδια δοξη και αρετη ɴᴀ ꜱʙʟ ᴛʜ
- Footnote τιμια ημιν και μεγιστα 75.8% ¦ μεγιστα και τιμια ημιν ᴍꜱꜱ 6.8% ¦ τιμια και μεγιστα ημιν ɴᴀ ꜱʙʟ ᴡʜ 5.9% ¦ μεγιστα ημιν και τιμια ᴛʀ 1%
- Footnote κοσμω ¦ τω κοσμω ᴄᴛ
- Footnote τουτο δε ¦ δε τουτο ᴘᴄᴋ
- Footnote φιλαδελφιαν ¦ φλιαδελφιαν ᴇʟᴢ*
- Footnote αμαρτιων ¦ αμαρτηματων ꜱʙʟ
- Footnote ουκ αμελησω 95.2% ¦ μελλησω ᴄᴛ 2.8%
- Footnote αει υμας ¦ υμας αει ᴛʀ
- Footnote ουτος εστιν ο υιος μου ο αγαπητος 97.6% ¦ ο υιος μου ο αγαπητος μου ουτος εστιν ɴᴀ ꜱʙʟ ᴡʜ 0.4%
- Footnote ορει τω αγιω 97.4% ¦ αγιω ορει ɴᴀ ꜱʙʟ ᴡʜ 2.4%
- Footnote ποτε προφητεια ¦ προφητεια ποτε ᴄᴛ
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote αγιοι 83.5% ¦ απο ᴄᴛ 5.6% ¦ οι αγιοι ᴇʟᴢ ꜱᴛ 4.4%
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.