Η Καινή Διαθήκη
ΠΕΤΡΟΥ Αʹ 5
Exhortation to the Elders and the Flock
Πρεσβυτέρους 1τοὺς ἐν ὑμῖν παρακαλῶ ὁ 2συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός· ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, 3ἐπισκοποῦντες μὴ ἀναγκαστῶς 4ἀλλ᾽ 5ἑκουσίως, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως, 6μηδὲ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου. καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
Ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοις 7ὑποτασσόμενοι τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, πᾶσαν τὴν μέριμναν ὑμῶν 8ἐπιρρίψαντες ἐπ᾽ αὐτόν, ὅτι αὐτῷ μέλει 9περὶ ὑμῶν. νήψατε, 10γρηγορήσατε· ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος 11περιπατεῖ ζητῶν 12τινα καταπιεῖν· ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν 13κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας 14ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ 15Ἰησοῦ, ὀλίγον παθόντας, αὐτὸς 16καταρτίσαι ὑμᾶς, στηρίξει, σθενώσει, θεμελιώσει. αὐτῷ 17ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας 18τῶν αἰώνων· ἀμήν.
Final Greetings
Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾽ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἣν 19ἑστήκατε. ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μάρκος ὁ υἱός μου. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης.
Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν Χριστῷ 20Ἰησοῦ. 21
Ἀμήν.
Source notes (21)
- Footnote τους ¦ ουν ꜱʙʟ ᴡʜ ¦ ουν τους ᴛʜ
- Footnote συμπρεσβυτερος ¦ συνπρεσβυτερος ᴛʜ ᴡʜ
- Footnote επισκοπουντες 95% ¦ — ᴡʜ 0.8%
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote εκουσιως ¦ εκουσιως κατα θεον ɴᴀ ꜱʙʟ ᴛʜ
- Footnote μηδε ¦ μηδ ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote υποτασσομενοι 90.6% ¦ — ᴄᴛ 3.5%
- Footnote επιρριψαντες ¦ επιριψαντες ᴄᴛ
- Footnote περι ¦ υπερ ᴘᴄᴋ
- Footnote γρηγορησατε ¦ γρηγορησατε οτι ᴘᴄᴋ ᴛʀ
- Footnote περιπατει ¦ περιερχεται ᴘᴄᴋ
- Footnote τινα καταπιειν ¦ τινα καταπιη ᴀɴᴛ ʜꜰ ʀᴘ ᴛʀ ¦ καταπιειν ᴡʜ
- Footnote κοσμω ¦ τω κοσμω ꜱʙʟ ᴡʜ
- Footnote υμας ¦ ημας ᴛʀ
- Footnote ιησου ¦ — ᴄᴛ
- Footnote καταρτισαι υμας στηριξει σθενωσει θεμελιωσει ¦ καταρτισαι υμας στηριξαι σθενωσαι θεμελιωσαι ᴘᴄᴋ ᴛʀ ¦ καταρτισει υμας στηριξει σθενωσει θεμελιωσει ᴀɴᴛ ¦ καταρτισει στηριξει σθενωσει θεμελιωσει ɴᴀ ꜱʙʟ ᴛʜ ¦ καταρτισει στηριξει σθενωσει ᴡʜ
- Footnote η δοξα και το κρατος 60% ¦ η δοξα κρατος ᴍꜱꜱ 29.3% ¦ το κρατος και η δοξα ᴍꜱꜱ 6.8% ¦ το κρατος ᴄᴛ 0.6%
- Footnote των αιωνων ¦ — ɴᴀ ᴡʜ
- Footnote εστηκατε ¦ στητε ᴄᴛ
- Footnote ιησου ¦ — ᴄᴛ
- Footnote αμην ¦ — ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.