Η Καινή Διαθήκη
ΠΕΤΡΟΥ Αʹ 4
Good Stewards of God’s Grace
Χριστοῦ οὖν παθόντος 1ὑπὲρ ἡμῶν σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν 2ἐν σαρκὶ πέπαυται 3ἁμαρτίας, εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι 4Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. ἀρκετὸς γὰρ 5ἡμῖν ὁ παρεληλυθὼς χρόνος 6τοῦ βίου τὸ θέλημα τῶν ἐθνῶν 7κατεργάσασθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις καὶ ἀθεμίτοις 8εἰδωλολατρίαις· ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· οἳ ἀποδώσουσι λόγον τῷ ἑτοίμως 9ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς. εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι.
Πάντων δὲ τὸ τέλος ἤγγικε. σωφρονήσατε οὖν καὶ νήψατε εἰς 10τὰς προσευχάς· πρὸ πάντων 11δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι 12ἀγάπη 13καλύψει πλῆθος ἁμαρτιῶν· φιλόξενοι εἰς ἀλλήλους ἄνευ 14γογγυσμῶν· ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ. εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος 15ὡς χορηγεῖ ὁ Θεός, ἵνα ἐν πᾶσι δοξάζηται 16ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας 17τῶν αἰώνων· ἀμήν.
Suffering as a Christian
Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος, ἀλλὰ 18καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι. εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης 19καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ᾽ ὑμᾶς 20ἀναπαύεται· 21κατὰ μὲν αὐτοὺς βλασφημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται. μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς 22ἀλλοτριοεπίσκοπος· εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ 23μέρει τούτῳ. ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ· εἰ δὲ πρῶτον ἀφ᾽ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ; καὶ
Εἰ ὁ δίκαιος μόλις σῴζεται, 24
ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;
ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ 25ὡς πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς 26αὐτῶν ἐν ἀγαθοποιΐᾳ.
Source notes (26)
- Footnote υπερ ημων 83% ¦ υπερ υμων ᴍꜱꜱ 6.3% ¦ — ᴄᴛ 2.8%
- Footnote εν ¦ — ᴄᴛ ᴘᴄᴋ
- Footnote αμαρτιας ¦ αμαρτιαις ᴡʜ
- Footnote θεου ¦ του θεου ᴘᴄᴋ
- Footnote ημιν 47% ¦ υμιν ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ 41.5% ¦ — ᴄᴛ 11.2%
- Footnote του βιου το θελημα ¦ το θελημα ᴘᴄᴋ ¦ το βουλημα ᴄᴛ
- Footnote κατεργασασθαι ¦ κατειργασθαι ᴄᴛ
- Footnote ειδωλολατριαις ¦ ειδωλολατρειαις ᴀɴᴛ ʜꜰ ʀᴘ ᴛʜ ᴛʀ
- Footnote εχοντι κριναι ¦ κρινοντι ᴡʜ
- Footnote τας ¦ — ᴄᴛ
- Footnote δε ¦ — ᴄᴛ
- Footnote αγαπη ¦ η αγαπη ᴀɴᴛ ᴇʟᴢ ᴘᴄᴋ ꜱᴄʀ
- Footnote καλυψει ¦ καλυπτει ᴄᴛ ᴘᴄᴋ
- Footnote γογγυσμων ¦ γογγυσμου ᴄᴛ
- Footnote ως ¦ ης ᴄᴛ ᴛʀ
- Footnote ο ¦ — ᴘᴄᴋ
- Footnote των αιωνων ¦ — ᴘᴄᴋ
- Footnote καθο ¦ καθως ᴇʟᴢ
- Footnote και το 71.5% ¦ και δυναμεως και το ᴀɴᴛ 15.7% ¦ και δυναμεως ᴍꜱꜱ 6.6%
- Footnote αναπαυεται ¦ αναπεπαυται ᴘᴄᴋ
- Footnote κατα μεν αυτους βλασφημειται κατα δε υμας δοξαζεται ¦ — ᴄᴛ
- Footnote αλλοτριοεπισκοπος ¦ αλλοτριεπισκοπος ᴄᴛ
- Footnote μερει ¦ ονοματι ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote ο ¦ ο δε ᴡʜ
- Footnote ως ¦ — ᴄᴛ
- Footnote αυτων ¦ εαυτων ᴛʀ ¦ — ᴡʜ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.