Η Καινή Διαθήκη
ΠΕΤΡΟΥ Αʹ 3
Wives and Husbands
Ὁμοίως, 1αἱ γυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα 2καὶ εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου 3κερδηθήσονται ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν· ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος, ἀλλ᾽ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ 4πραέος καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές. οὕτω γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι 5ἐπὶ 6τὸν Θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ὡς Σάρρα 7ὑπήκουσε τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς 8ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.
Οἱ ἄνδρες, ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ 9συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ 10ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.
Suffering for Righteousness’ Sake
Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, 11φιλόφρονες, μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες, 12εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.
Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν
καὶ 13ἰδεῖν ἡμέρας ἀγαθάς
παυσάτω τὴν γλῶσσαν 14αὐτοῦ ἀπὸ κακοῦ
καὶ χείλη 15αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον, 16
ἐκκλινάτω ἀπὸ κακοῦ καὶ ποιησάτω 17ἀγαθόν,
ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν·
ὅτι 18ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους
καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν,
πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά.
Καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ 19μιμηταὶ γένησθε; ἀλλ᾽ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, Κύριον δὲ τὸν 20Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν. ἕτοιμοι 21δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος 22μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ 23καταλαλῶσιν ὑμῶν ὡς κακοποιῶν καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν 24τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν. κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ 25θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν ἢ κακοποιοῦντας.
Ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν 26ἔπαθε, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα 27ἡμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς μὲν σαρκί, ζῳοποιηθεὶς δὲ 28πνεύματι· ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασί ποτε, ὅτε 29ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν 30ὀλίγαι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι᾽ ὕδατος· 31ὃ ἀντίτυπον νῦν καὶ ἡμᾶς σῴζει βάπτισμα—οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν—δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν ἐν δεξιᾷ 32τοῦ Θεοῦ πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.
Source notes (32)
- Footnote αι ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote και ¦ — ᴡʜ
- Footnote κερδηθησονται ¦ κερδηθησωνται ᴛʀ
- Footnote πραεος και ησυχιου ¦ πραεως και ησυχιου ɴᴀ ꜱʙʟ ᴛʜ ¦ ησυχιου και πραεως ᴡʜ
- Footnote επι ¦ εις ᴄᴛ
- Footnote τον ¦ — ᴄᴛ ʜꜰ ʀᴘ
- Footnote υπηκουσε ¦ υπηκουε ᴡʜ
- Footnote εγενηθητε ¦ εγεννηθητε
- Footnote συγκληρονομοι ¦ συγκληρονομοις ɴᴀ ꜱʙʟ ¦ συνκληρονομοις ᴛʜ ¦ συνκληρονομοι ᴡʜ
- Footnote εγκοπτεσθαι ¦ εκκοπτεσθαι ᴛʀ
- Footnote φιλοφρονες 71.8% ¦ ταπεινοφρονες ᴄᴛ 22.7%
- Footnote ειδοτες 84.9% ¦ — ᴄᴛ 9%
- Footnote ιδειν ημερας ¦ ημερας ιδειν ᴘᴄᴋ
- Footnote αυτου ¦ — ᴄᴛ
- Footnote αυτου ¦ — ᴄᴛ
- Footnote εκκλινατω ¦ εκκλινατω δε ᴄᴛ
- Footnote αγαθον ζητησατω ¦ — ꜱᴛ*
- Footnote οφθαλμοι ¦ οι οφθαλμοι ᴛʀ
- Footnote μιμηται ¦ ζηλωται ᴄᴛ
- Footnote θεον ¦ χριστον ᴄᴛ
- Footnote δε ¦ — ᴄᴛ
- Footnote μετα ¦ αλλα μετα ᴄᴛ
- Footnote καταλαλωσιν υμων ως κακοποιων 46% ¦ καταλαλουσιν υμων ως κακοποιων ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ 43.1% ¦ καταλαλεισθε ᴄᴛ 5%
- Footnote την αγαθην εν χριστω αναστροφην ¦ τη αγαθη εν χριστω αναστροφη ᴘᴄᴋ
- Footnote θελοι ¦ θελει ᴛʀ
- Footnote επαθε ¦ απεθανε ᴡʜ
- Footnote ημας ¦ υμας ᴄᴛ ʜꜰ ʀᴘ
- Footnote πνευματι ¦ τω πνευματι ᴛʀ
- Footnote απεξεδεχετο ¦ απαξ εξεδεχετο ᴛʀ
- Footnote ολιγαι ¦ ολιγοι ᴄᴛ
- Footnote ο αντιτυπον νυν και ημας ¦ ω και ημας αντιτυπον νυν ᴇʟᴢ ꜱᴄʀ ¦ ο και ημας αντιτυπον νυν ꜱᴛ ¦ ο και υμας αντιτυπον νυν ᴄᴛ
- Footnote του ¦ — ꜱʙʟ ᴡʜ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.