Η Καινή Διαθήκη
ΠΕΤΡΟΥ Αʹ 2
Christ the Living Stone
Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ 1ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς, ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε 2εἰς σωτηρίαν, 3εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος· πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ Θεῷ ἐκλεκτόν, ἔντιμον, καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικός, 4ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους 5τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. 6διότι περιέχει 7ἐν τῇ γραφῇ,
Ἰδού, τίθημι ἐν Σιὼν λίθον 8ἀκρογωνιαῖον,
ἐκλεκτόν, ἔντιμον,
καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνθῇ.
ἡμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν, 9ἀπειθοῦσι δὲ 10
Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,
οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας
καὶ
Λίθος προσκόμματος
καὶ πέτρα σκανδάλου·
οἳ προσκόπτουσι τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν.
Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· οἵ ποτε οὐ λαός, νῦν δὲ λαὸς Θεοῦ· οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες.
Live as Servants of God
Ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους 11ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς, τὴν ἀναστροφὴν ὑμῶν 12ἔχοντες καλὴν ἐν τοῖς ἔθνεσιν, ἵνα ἐν ᾧ 13καταλαλῶσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων 14ἐποπτεύσαντες δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.
Ὑποτάγητε 15οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε βασιλεῖ ὡς ὑπερέχοντι, εἴτε ἡγεμόσιν ὡς δι᾽ αὐτοῦ πεμπομένοις εἰς 16ἐκδίκησιν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν— ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦντας 17φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν— ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ᾽ ὡς 18δοῦλοι Θεοῦ. πάντας τιμήσατε, τὴν ἀδελφότητα 19ἀγαπήσατε, τὸν Θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε.
The Example of Christ’s Suffering
Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν ἀλλὰ καὶ τοῖς σκολιοῖς. τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας πάσχων ἀδίκως. ποῖον γὰρ κλέος εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλ᾽ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ 20Θεῷ. εἰς τοῦτο 21γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς 22ἔπαθεν ὑπὲρ ἡμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ· ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως· ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι 23αὐτοῦ ἰάθητε. ἦτε γὰρ ὡς πρόβατα 24πλανώμενα, 25ἀλλ᾽ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν 26ὑμῶν.
Source notes (26)
- Footnote υποκρισεις ¦ υποκρισιν ᴡʜ
- Footnote εις σωτηριαν ¦ — ʜꜰ ʀᴘ ᴛʀ
- Footnote ειπερ ¦ ει ᴄᴛ
- Footnote ιερατευμα ¦ εις ιερατευμα ᴄᴛ
- Footnote τω ¦ — ᴄᴛ
- Footnote διοτι ¦ διο και ᴛʀ
- Footnote εν τη ¦ η ᴘᴄᴋ ¦ εν ᴄᴛ
- Footnote ακρογωνιαιον εκλεκτον ¦ εκλεκτον ακρογωνιαιον ᴡʜ
- Footnote απειθουσι ¦ απιστουσι ᴄᴛ
- Footnote λιθον ¦ λιθος ᴄᴛ
- Footnote απεχεσθαι ¦ απεχεσθε ᴀɴᴛ
- Footnote εχοντες καλην εν τοις εθνεσιν ¦ εν τοις εθνεσιν εχοντες καλην ᴄᴛ ᴛʀ
- Footnote καταλαλωσιν ¦ καταλαλουσιν ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote εποπτευσαντες ¦ εποπτευοντες ᴄᴛ
- Footnote ουν ¦ — ᴄᴛ
- Footnote εκδικησιν ¦ εκδικησιν μεν ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote φιμουν ¦ φιμοιν ᴡʜ
- Footnote δουλοι θεου ¦ θεου δουλοι ᴄᴛ
- Footnote αγαπησατε ¦ αγαπατε ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote θεω ¦ τω θεω ᴘᴄᴋ
- Footnote γαρ ¦ γαρ και ᴘᴄᴋ
- Footnote επαθεν υπερ ημων υμιν 64% ¦ επαθεν υπερ ημων ημιν ᴛʀ 10.3% ¦ επαθεν υπερ υμων υμιν ᴄᴛ ᴇʟᴢ 10.2% ¦ απεθανεν υπερ ημων υμιν ᴍꜱꜱ 5.2%
- Footnote αυτου ¦ — ᴄᴛ
- Footnote πλανωμενα ¦ πλανωμενοι ᴄᴛ
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴡʜ
- Footnote υμων ¦ ημων ᴘᴄᴋ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.