Η Καινή Διαθήκη
ΠΕΤΡΟΥ Αʹ 1
Greeting
Πέτρος, ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας καὶ Βιθυνίας, κατὰ πρόγνωσιν Θεοῦ πατρός, ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ, χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.
A Living Hope
Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ 1αὐτοῦ ἔλεος ἀναγεννήσας 2ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς 3ὑμᾶς, τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ· ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον 4ἐστί, 5λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως—6πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου—εὑρεθῇ εἰς ἔπαινον καὶ 7τιμὴν καὶ εἰς δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὃν οὐκ 8εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ 9ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως 10ὑμῶν, σωτηρίαν ψυχῶν· περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ 11ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, 12ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας· οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, 13ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς 14ἐν Πνεύματι Ἁγίῳ ἀποσταλέντι ἀπ᾽ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.
Be Holy
Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες τελείως, ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς μὴ 15συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι 16γέγραπται, Ἅγιοι 17γένεσθε, ὅτι ἐγὼ ἅγιός 18εἰμι.
Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν 19ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ᾽ 20ἐσχάτων τῶν χρόνων δι᾽ ὑμᾶς, τοὺς δι᾽ αὐτοῦ 21πιστεύοντας εἰς Θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν.
Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας 22διὰ Πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ 23καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς, ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς 24ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος 25εἰς τὸν αἰῶνα. διότι
Πᾶσα σὰρξ ὡς χόρτος,
καὶ πᾶσα δόξα 26ἀνθρώπου ὡς ἄνθος χόρτου·
ἐξηράνθη ὁ χόρτος,
καὶ τὸ ἄνθος 27αὐτοῦ ἐξέπεσε,
τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα.
τοῦτο δέ ἐστι τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς.
Source notes (27)
- Footnote αυτου ελεος ¦ ελεος αυτου ᴘᴄᴋ
- Footnote ημας ¦ υμας ᴇʟᴢ
- Footnote υμας ¦ ημας ᴇʟᴢ ꜱᴛ
- Footnote εστι ¦ — ꜱʙʟ ᴡʜ
- Footnote λυπηθεντες ¦ λυπηθεντας ɴᴀ
- Footnote πολυ τιμιωτερον ¦ πολυτιμοτερον ᴀɴᴛ ᴄᴛ
- Footnote τιμην και εις δοξαν ¦ τιμην και δοξαν ᴀɴᴛ ᴛʀ ¦ δοξαν και τιμην ᴄᴛ ᴘᴄᴋ
- Footnote ειδοτες ¦ ιδοντες ᴄᴛ ꜱᴄʀ
- Footnote αγαλλιασθε ¦ αγαλλιατε ᴡʜ
- Footnote υμων ¦ — ᴡʜ
- Footnote εξηρευνησαν ¦ εξηραυνησαν ᴄᴛ
- Footnote ερευνωντες ¦ εραυνωντες ᴄᴛ
- Footnote υμιν ¦ ημιν ᴛʀ
- Footnote εν ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote συσχηματιζομενοι ¦ συνσχηματιζομενοι ᴡʜ
- Footnote γεγραπται ¦ γεγραπται οτι ꜱʙʟ ᴡʜ
- Footnote γενεσθε ¦ γινεσθε ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ¦ εσεσθε ᴄᴛ
- Footnote ειμι ¦ — ᴄᴛ
- Footnote απροσωποληπτως ¦ απροσωπολημπτως ᴄᴛ
- Footnote εσχατων ¦ εσχατου ᴄᴛ
- Footnote πιστευοντας ¦ πιστους ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote δια πνευματος 91.7% ¦ — ᴄᴛ 7.5%
- Footnote καθαρας 99.2% ¦ — ꜱʙʟ ᴡʜ 0.6%
- Footnote αλλα ¦ αλλ ɴᴀ ᴘᴄᴋ
- Footnote εις τον αιωνα 90.1% ¦ — ᴄᴛ 6%
- Footnote ανθρωπου ¦ αυτης ᴄᴛ
- Footnote αυτου ¦ — ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.