Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΙΑΚΩΒΟΥ 5

Warning to the Rich

Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. ὁ πλοῦτος ὑμῶν σέσηπε, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν· ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ. ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις. ἰδού, ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ 1ἀπεστερημένος ἀφ᾽ ὑμῶν κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ 2εἰσεληλύθασιν. ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε· ἐθρέψατε τὰς καρδίας ὑμῶν 3ὡς ἐν ἡμέρᾳ σφαγῆς. κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον· οὐκ ἀντιτάσσεται ὑμῖν.

Patience in Suffering

Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ Κυρίου. ἰδού, ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς μακροθυμῶν ἐπ᾽ 4αὐτὸν 5ἕως λάβῃ 6ὑετὸν πρώϊμον καὶ ὄψιμον. μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ Κυρίου ἤγγικε. μὴ στενάζετε 7κατ᾽ ἀλλήλων, ἀδελφοί, ἵνα μὴ 8κριθῆτε· ἰδού, 9ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. ὑπόδειγμα λάβετε, 10ἀδελφοί μου, τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν 11τῷ ὀνόματι Κυρίου. ἰδού, μακαρίζομεν τοὺς 12ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου 13εἴδετε, ὅτι πολύσπλαγχνός 14ἐστι καὶ 15οἰκτίρμων.

Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ, ἵνα μὴ 16εἰς ὑπόκρισιν πέσητε.

The Prayer of Faith

Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω. εὐθυμεῖ τις; ψαλλέτω. ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ᾽ αὐτὸν ἀλείψαντες 17αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου. καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ. 18ἐξομολογεῖσθε ἀλλήλοις 19τὰ παραπτώματα καὶ 20εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. 21Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκε, καὶ ἡ γῆ ἐβλάστησε τὸν καρπὸν αὐτῆς. 22

Ἀδελφοί, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν, 23γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει 24ψυχὴν ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν.

Source notes (24)
  1. Footnote απεστερημενος ¦ αφυστερημενος ꜱʙʟ ᴡʜ
  2. Footnote εισεληλυθασιν ¦ εισεληλυθαν ᴛʜ ᴡʜ
  3. Footnote ως ¦ — ᴄᴛ
  4. Footnote αυτον ¦ αυτω ᴀɴᴛ ᴄᴛ ᴛʀ
  5. Footnote εως ¦ εως αν ᴘᴄᴋ ᴛʀ
  6. Footnote υετον πρωιμον 85.9% ¦ υετον προιμον ᴍꜱꜱ 6.3% ¦ προιμον ᴄᴛ 0.2%
  7. Footnote κατ αλληλων αδελφοι 78.5% ¦ αδελφοι κατ αλληλων ᴄᴛ 7.3% ¦ κατ αλληλων ᴍꜱꜱ 7.3%
  8. Footnote κριθητε ¦ κατακριθητε ᴛʀ
  9. Footnote ο ¦ — ᴇʟᴢ ꜱᴛ
  10. Footnote αδελφοι μου της κακοπαθειας ¦ αδελφοι της κακοπαθειας ɴᴀ ᴘᴄᴋ ᴛʜ ¦ της κακοπαθειας αδελφοι μου ᴛʀ ¦ αδελφοι της κακοπαθιας ꜱʙʟ ᴡʜ
  11. Footnote τω ¦ εν τω ᴄᴛ ᴘᴄᴋ
  12. Footnote υπομενοντας ¦ υπομειναντας ᴄᴛ
  13. Footnote ειδετε ¦ ιδετε ʀᴘ
  14. Footnote εστι 87.7% ¦ εστιν ο κυριος ᴀɴᴛ ᴄᴛ ᴛʀ 11.3%
  15. Footnote οικτιρμων ¦ οικτειρμων ᴛʜ
  16. Footnote εις υποκρισιν ¦ υπο κρισιν ᴄᴛ ᴇʟᴢ ꜱᴄʀ
  17. Footnote αυτον ¦ — ᴡʜ
  18. Footnote εξομολογεισθε ¦ εξομολογεισθε ουν ᴄᴛ
  19. Footnote τα παραπτωματα 90.1% ¦ τας αμαρτιας ᴄᴛ 9.7%
  20. Footnote ευχεσθε ¦ προσευχεσθε ᴡʜ
  21. Footnote ηλιας ¦ ηλειας ᴡʜ
  22. Footnote αδελφοι ¦ αδελφοι μου ᴄᴛ
  23. Footnote γινωσκετω ¦ γινωσκετε ᴡʜ
  24. Footnote ψυχην 90.9% ¦ ψυχην αυτου ᴄᴛ 5.7%

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.