Η Καινή Διαθήκη
ΠΕΤΡΟΥ Βʹ 3
The Promise of the Lord’s Coming
Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν ἀποστόλων 1ὑμῶν ἐντολῆς τοῦ Κυρίου καὶ σωτῆρος· τοῦτο πρῶτον γινώσκοντες, ὅτι ἐλεύσονται ἐπ᾽ 2ἐσχάτου τῶν ἡμερῶν 3ἐμπαῖκται κατὰ τὰς ἰδίας 4ἐπιθυμίας αὐτῶν πορευόμενοι καὶ λέγοντες, Ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; ἀφ᾽ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτω διαμένει ἀπ᾽ ἀρχῆς κτίσεως. λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας, ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδατος καὶ δι᾽ ὕδατος 5συνεστῶσα τῷ τοῦ Θεοῦ λόγῳ, δι᾽ 6ὧν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο· οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ 7τῷ αὐτοῦ λόγῳ τεθησαυρισμένοι εἰσί, πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.
Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ Κυρίῳ ὡς χίλια ἔτη, καὶ χίλια ἔτη ὡς ἡμέρα μία. οὐ βραδύνει 8ὁ Κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδυτῆτα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς 9ἡμᾶς μὴ βουλόμενός τινας ἀπολέσθαι ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι. ἥξει δὲ 10ἡ ἡμέρα Κυρίου ὡς κλέπτης 11ἐν νυκτί, ἐν ᾗ 12οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα 13λυθήσονται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα 14κατακαήσεται.
Τούτων 15οὖν πάντων λυομένων, ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις, προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ Θεοῦ ἡμέρας, δι᾽ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται; καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ.
Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ. καὶ τὴν τοῦ Κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν 16αὐτῷ δοθεῖσαν σοφίαν ἔγραψεν ὑμῖν, ὡς καὶ ἐν πάσαις 17ταῖς ἐπιστολαῖς λαλῶν ἐν αὐταῖς περὶ τούτων, ἐν 18οἷς 19ἐστι δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι 20στρεβλοῦσιν, ὡς καὶ τὰς λοιπὰς γραφάς, πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν. ὑμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε, ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ. 21αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος. 22
Ἀμήν.
Source notes (22)
- Footnote υμων ¦ ημων ᴛʀ
- Footnote εσχατου ¦ εσχατων ᴀɴᴛ ᴄᴛ
- Footnote εμπαικται ¦ εν εμπαιγμονη εμπαικται ᴄᴛ
- Footnote επιθυμιας αυτων ¦ αυτων επιθυμιας ᴛʀ
- Footnote συνεστωσα ¦ συνεστωτα ᴘᴄᴋ
- Footnote ων ¦ ον ɴᴀ
- Footnote τω αυτου ¦ τω αυτω ᴄᴛ ᴇʟᴢ ꜱᴄʀ ¦ αυτου ꜱᴛ
- Footnote ο ¦ — ᴄᴛ
- Footnote ημας ¦ υμας ᴄᴛ
- Footnote η ¦ — ᴄᴛ
- Footnote εν νυκτι 87.9% ¦ — ᴄᴛ 12.1%
- Footnote οι ¦ — ᴀɴᴛ ᴘᴄᴋ
- Footnote λυθησονται ¦ λυθησεται ᴄᴛ
- Footnote κατακαησεται 89.6% ¦ ευρεθησεται ꜱʙʟ ᴛʜ ᴡʜ 3.1% ¦ ουχ ευρεθησεται ɴᴀ 0%
- Footnote ουν 86% ¦ ουτω ɴᴀ ꜱʙʟ ᴡʜ 4.8%
- Footnote αυτω δοθεισαν ¦ δοθεισαν αυτω ᴄᴛ
- Footnote ταις 96.2% ¦ — ᴛʜ ᴡʜ 2.8%
- Footnote οις ¦ αις ᴄᴛ
- Footnote εστι ¦ εισι ᴘᴄᴋ
- Footnote στρεβλουσιν ¦ στρεβλωσουσιν ɴᴀ
- Footnote αυξανετε ¦ αυξανητε ᴘᴄᴋ
- Footnote αμην 96.8% ¦ — ɴᴀ ᴡʜ 2.6%
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.