Η Καινή Διαθήκη
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ 12
Visions and Revelations
Καυχᾶσθαι 1δὴ οὐ 2συμφέρει μοι· ἐλεύσομαι 3γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων (εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν) ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον (εἴτε ἐν σώματι εἴτε 4ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν) ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις 5μου. ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει 6τι ἐξ ἐμοῦ. καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων 7ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος 8Σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι. ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾽ ἐμοῦ. καὶ εἴρηκέ μοι, Ἀρκεῖ σοι ἡ χάρις μου, ἡ γὰρ δύναμίς 9μου ἐν ἀσθενείᾳ 10τελειοῦται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις 11μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾽ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, 12ἐν στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
Concern for the Corinthian Church
Γέγονα ἄφρων 13καυχώμενος· ὑμεῖς με ἠναγκάσατε. ἐγὼ γὰρ ὤφειλον ὑφ᾽ ὑμῶν συνίστασθαι· οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι. τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, 14ἐν σημείοις καὶ τέρασι καὶ δυνάμεσι. τί γάρ ἐστιν ὃ 15ἡττήθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.
Ἰδού, 16τρίτον ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω 17ὑμῶν· οὐ γὰρ ζητῶ τὰ ὑμῶν 18ἀλλὰ ὑμᾶς. οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, 19ἀλλ᾽ οἱ γονεῖς τοῖς τέκνοις. ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν, εἰ 20καὶ περισσοτέρως ὑμᾶς 21ἀγαπῶν 22ἧττον ἀγαπῶμαι. ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· 23ἀλλ᾽ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον. μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι᾽ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσι; 24
Πάλιν δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; 25κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν· τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς. φοβοῦμαι γὰρ μήπως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε· μήπως 26ἔρεις, 27ζῆλοι, θυμοί, 28ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι· μὴ πάλιν 29ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.
Source notes (29)
- Footnote δη ¦ δει ᴄᴛ
- Footnote συμφερει μοι 95.4% ¦ συμφερον μεν ᴄᴛ 2.3%
- Footnote γαρ ¦ δε ᴄᴛ
- Footnote εκτος ¦ χωρις ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote μου ¦ — ᴄᴛ
- Footnote τι ¦ — ᴡʜ
- Footnote ινα ¦ διο ινα ᴄᴛ
- Footnote σαταν ¦ σατανα ᴄᴛ
- Footnote μου ¦ — ᴄᴛ
- Footnote τελειουται ¦ τελειται ᴄᴛ
- Footnote μου ¦ — ᴡʜ
- Footnote εν ¦ και ᴄᴛ
- Footnote καυχωμενος 82.7% ¦ καυχομενος ᴍꜱꜱ 5.4% ¦ — ᴄᴛ 10.2%
- Footnote εν σημειοις 91.2% ¦ σημειοις τε ɴᴀ ꜱʙʟ ᴡʜ 4.5% ¦ σημειοις ᴛʜ 2.3%
- Footnote ηττηθητε ¦ ησσωθητε ᴄᴛ
- Footnote τριτον ¦ τριτον τουτο ᴄᴛ
- Footnote υμων ¦ — ᴄᴛ
- Footnote αλλα ¦ αλλ ɴᴀ ᴘᴄᴋ ᴛʀ
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote και ¦ — ᴄᴛ
- Footnote αγαπων ¦ αγαπω ᴡʜ
- Footnote ηττον ¦ ησσον ᴄᴛ
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote παλιν 92.2% ¦ παλαι ᴄᴛ 3.3%
- Footnote κατενωπιον του ¦ κατεναντι ᴄᴛ
- Footnote ερεις ¦ ερις ɴᴀ ᴘᴄᴋ ꜱʙʟ ᴡʜ
- Footnote ζηλοι ¦ ζηλος ᴄᴛ
- Footnote εριθειαι ¦ εριθιαι ᴡʜ
- Footnote ελθοντα με ταπεινωση 46.2% ¦ ελθοντα με ταπεινωσει ʜꜰ ʀᴘ 47.2% ¦ ελθοντος μου ταπεινωσει με ᴛʜ 1.8% ¦ ελθοντος μου ταπεινωση με ɴᴀ ꜱʙʟ ᴡʜ 0.3%
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.