Η Καινή Διαθήκη
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ 11
Paul and the False Apostles
Ὄφελον 1ἀνείχεσθέ μου μικρὸν 2τῇ ἀφροσύνῃ· ἀλλὰ καὶ ἀνέχεσθέ μου. ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ, ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· φοβοῦμαι δὲ μήπως ὡς ὁ ὄφις 3Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, 4οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς 5ἁπλότητος τῆς εἰς τὸν Χριστόν. εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς 6ἠνείχεσθε. λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων. εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ᾽ οὐ τῇ γνώσει, ἀλλ᾽ ἐν παντὶ 7φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς.
Ἢ ἁμαρτίαν ἐποίησα 8ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ Θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν; ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν, καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα 9οὐδενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας· καὶ ἐν παντὶ ἀβαρῆ 10ὑμῖν ἐμαυτὸν ἐτήρησα καὶ τηρήσω. ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ ὅτι ἡ καύχησις αὕτη οὐ 11φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας. διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; ὁ Θεὸς οἶδεν.
Ὃ δὲ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσι καθὼς καὶ ἡμεῖς. οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ. καὶ οὐ 12θαυμαστόν· αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.
Paul’s Sufferings as an Apostle
Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα 13κἀγὼ μικρόν τι καυχήσωμαι. ὃ λαλῶ, οὐ 14λαλῶ κατὰ Κύριον ἀλλ᾽ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. ἐπεὶ πολλοὶ καυχῶνται κατὰ 15τὴν σάρκα, κἀγὼ καυχήσομαι. ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες. ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις 16ὑμᾶς εἰς πρόσωπον 17δέρει. κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς 18ἠσθενήσαμεν. ἐν ᾧ δ᾽ ἄν τις τολμᾷ (ἐν ἀφροσύνῃ λέγω) τολμῶ κἀγώ. Ἑβραῖοί εἰσι; κἀγώ. 19Ἰσραηλῖταί εἰσι; κἀγώ. σπέρμα Ἀβραάμ εἰσι; κἀγώ. διάκονοι Χριστοῦ εἰσι; (παραφρονῶν λαλῶ) ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν 20πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις· ὑπὸ Ἰουδαίων πεντάκις 21τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς 22ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· 23ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι· χωρὶς τῶν παρεκτὸς ἡ 24ἐπισύστασίς 25μου ἡ καθ᾽ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;
Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου 26ἡμῶν Ἰησοῦ 27Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν 28Δαμασκηνῶν πόλιν πιάσαι με 29θέλων, καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.
Source notes (29)
- Footnote ανειχεσθε ¦ ηνειχεσθε ᴇʟᴢ
- Footnote τη αφροσυνη ¦ τι της αφροσυνης ᴇʟᴢ ¦ τι αφροσυνης ᴄᴛ
- Footnote ευαν εξηπατησεν ¦ εξηπατησεν ευαν ᴄᴛ
- Footnote ουτω φθαρη 86.6% ¦ ουτω φθαρει ᴍꜱꜱ 8.3% ¦ φθαρη ᴄᴛ 2%
- Footnote απλοτητος 94% ¦ απλοτητος και της αγνοτητος ᴄᴛ 4%
- Footnote ανειχεσθε ¦ ηνειχεσθε ᴘᴄᴋ ʀᴘ ᴛʀ ¦ ανεχεσθε ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote φανερωθεντες 94.5% ¦ φανερωσαντες ᴄᴛ 1.3%
- Footnote εμαυτον ¦ εαυτον ᴘᴄᴋ
- Footnote ουδενος ¦ ουθενος ᴄᴛ
- Footnote υμιν εμαυτον ¦ εμαυτον υμιν ᴄᴛ
- Footnote φραγησεται ¦ σφραγισεται ꜱᴛ
- Footnote θαυμαστον ¦ θαυμα ᴄᴛ
- Footnote καγω μικρον τι ¦ μικρον τι καγω ᴛʀ
- Footnote λαλω κατα κυριον ¦ κατα κυριον λαλω ᴄᴛ
- Footnote την ¦ — ɴᴀ ꜱʙʟ ᴛʜ
- Footnote υμας εις προσωπον ¦ εις προσωπον υμας ᴄᴛ
- Footnote δερει ¦ δαιρει ᴘᴄᴋ
- Footnote ησθενησαμεν ¦ ησθενηκαμεν ᴄᴛ
- Footnote ισραηλιται ¦ ισραηλειται ᴛʜ ᴡʜ
- Footnote πληγαις υπερβαλλοντως εν φυλακαις περισσοτερως 93.6% ¦ φυλακαις περισσοτερως εν πληγαις υπερβαλλοντως ᴄᴛ 1.6%
- Footnote τεσσαρακοντα ¦ τεσσερακοντα ᴄᴛ
- Footnote εραβδισθην ¦ ερραβδισθην ᴀɴᴛ ɴᴀ ᴘᴄᴋ ᴛʀ
- Footnote εν ¦ — ᴄᴛ
- Footnote επισυστασις ¦ επιστασις ᴄᴛ
- Footnote μου ¦ μοι ᴄᴛ
- Footnote ημων ¦ — ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ
- Footnote χριστου ¦ — ᴄᴛ
- Footnote δαμασκηνων πολιν ¦ πολιν δαμασκηνων ᴄᴛ
- Footnote θελων ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.