Η Καινή Διαθήκη
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ 10
Paul Defends His Ministry
Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς 1πρᾳότητος καὶ 2ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαρρῶ εἰς ὑμᾶς· δέομαι δὲ τὸ μὴ παρὼν θαρρῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας. ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα— τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων— λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή.
Τὰ κατὰ πρόσωπον βλέπετε; εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν 3ἀφ᾽ ἑαυτοῦ ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς 4Χριστοῦ. ἐάν τε γὰρ 5καὶ περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν, ἧς ἔδωκεν ὁ Κύριος 6ἡμῖν εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν, οὐκ αἰσχυνθήσομαι, ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν· ὅτι, Αἱ 7μὲν ἐπιστολαί, φησί, βαρεῖαι καὶ ἰσχυραί, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς καὶ ὁ λόγος ἐξουθενημένος. τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι᾽ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ.
Οὐ γὰρ τολμῶμεν 8ἐγκρῖναι ἢ 9συγκρῖναι ἑαυτούς τισι τῶν ἑαυτοὺς συνιστανόντων· 10ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες καὶ 11συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς οὐ 12συνίουσιν. ἡμεῖς δὲ 13οὐχὶ εἰς τὰ ἄμετρα καυχησόμεθα ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν. οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς, ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες, αὐξανομένης τῆς πίστεως ὑμῶν, ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι. ὁ δὲ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. οὐ γὰρ ὁ ἑαυτὸν 14συνιστῶν, ἐκεῖνός ἐστι δόκιμος, 15ἀλλ᾽ ὃν ὁ Κύριος συνίστησιν.
Source notes (15)
- Footnote πραοτητος ¦ πραυτητος ᴄᴛ
- Footnote επιεικειας ¦ επιεικιας ᴡʜ
- Footnote αφ ¦ εφ ᴄᴛ
- Footnote χριστου ¦ — ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote ημιν ¦ — ᴄᴛ
- Footnote μεν επιστολαι ¦ επιστολαι μεν ᴄᴛ
- Footnote εγκριναι ¦ ενκριναι ᴛʜ ᴡʜ
- Footnote συγκριναι ¦ συνκριναι ᴛʜ ᴡʜ
- Footnote αλλα ¦ αλλ ɴᴀ
- Footnote συγκρινοντες ¦ συνκρινοντες ᴛʜ ᴡʜ
- Footnote συνιουσιν 85% ¦ συνιασιν ᴄᴛ 4%
- Footnote ουχι ¦ ουκ ᴄᴛ
- Footnote συνιστων ¦ συνιστανων ᴄᴛ
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴡʜ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.