Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ 13

Final Warnings and Greetings

Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς· ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. προείρηκα καὶ προλέγω, ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν 1γράφω τοῖς προημαρτηκόσι καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσομαι, ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑμῖν. καὶ γὰρ 2εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. καὶ γὰρ 3ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ 4ζησόμεθα σὺν αὐτῷ ἐκ δυνάμεως Θεοῦ εἰς ὑμᾶς.

Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε. ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι 5Ἰησοῦς Χριστὸς ἐν ὑμῖν 6ἐστιν; εἰ μήτι ἀδόκιμοί ἐστε. ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. 7εὔχομαι δὲ πρὸς τὸν Θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ᾽ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας 8ἀλλ᾽ ὑπὲρ τῆς ἀληθείας. χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο 9δὲ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν 10ἔδωκέ μοι ὁ Κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν.

Λοιπόν, ἀδελφοί, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ 11εἰρήνης ἔσται μεθ᾽ ὑμῶν. ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.

Ἡ χάρις τοῦ 12Κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. 13

Ἀμήν.

Source notes (13)
  1. Footnote γραφω ¦ — ᴄᴛ
  2. Footnote ει ¦ — ᴄᴛ
  3. Footnote ημεις ¦ και ημεις ᴇʟᴢ ꜱᴄʀ
  4. Footnote ζησομεθα ¦ ζησομεν ᴄᴛ
  5. Footnote ιησους χριστος ¦ χριστος ιησους ᴛʜ
  6. Footnote εστιν ¦ — ᴄᴛ
  7. Footnote ευχομαι ¦ ευχομεθα ᴄᴛ
  8. Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
  9. Footnote δε ¦ — ᴄᴛ
  10. Footnote εδωκε μοι ο κυριος ¦ ο κυριος εδωκε μοι ᴄᴛ
  11. Footnote ειρηνης ¦ της ειρηνης ᴘᴄᴋ
  12. Footnote κυριου ¦ κυριου ημων ᴘᴄᴋ
  13. Footnote αμην ¦ — ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.