Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 9

The Rights of an Apostle

Οὐκ εἰμὶ 1ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος; οὐχὶ Ἰησοῦν 2Χριστὸν τὸν Κύριον ἡμῶν 3ἑώρακα; οὐ τὸ ἔργον μου 4ὑμεῖς ἐστε ἐν Κυρίῳ; εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς 5τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ.

Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν 6αὕτη ἐστί. μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ 7πιεῖν; μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου καὶ Κηφᾶς; ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν 8τοῦ μὴ ἐργάζεσθαι; τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ 9ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; 10ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;

Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ, ἢ 11οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; ἐν γὰρ τῷ 12Μωσέως νόμῳ γέγραπται, Οὐ 13φιμώσεις βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ Θεῷ, ἢ δι᾽ ἡμᾶς πάντως λέγει; δι᾽ ἡμᾶς γὰρ ἐγράφη, ὅτι 14ἐπ᾽ ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν 15τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾽ ἐλπίδι. εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; εἰ ἄλλοι τῆς 16ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς;

Ἀλλ᾽ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν ἵνα μὴ 17ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι 18ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ 19προσεδρεύοντες τῷ θυσιαστηρίῳ 20συμμερίζονται; οὕτω καὶ ὁ Κύριος διέταξε τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν.

Ἐγὼ δὲ 21οὐδενὶ ἐχρησάμην τούτων, οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτω γένηται ἐν ἐμοί· καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἢ τὸ καύχημά μου 22ἵνα τις κενώσῃ. ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ 23δὲ μοί ἐστιν ἐὰν μὴ 24εὐαγγελίζωμαι. εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. τίς οὖν 25μοί ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον 26τοῦ Χριστοῦ εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.

Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω· καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ 27νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· τοῖς ἀνόμοις ὡς ἄνομος (μὴ ὢν ἄνομος 28Θεῷ ἀλλ᾽ ἔννομος 29Χριστῷ), ἵνα 30κερδήσω 31ἀνόμους· ἐγενόμην τοῖς ἀσθενέσιν 32ὡς ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσι γέγονα 33τὰ πάντα, ἵνα πάντως τινὰς σώσω. 34τοῦτο δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα 35συγκοινωνὸς αὐτοῦ γένωμαι.

Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; οὕτω τρέχετε ἵνα καταλάβητε. πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται· ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. ἐγὼ τοίνυν οὕτω τρέχω ὡς οὐκ ἀδήλως, οὕτω πυκτεύω ὡς οὐκ ἀέρα 36δέρων· 37ἀλλ᾽ 38ὑποπιάζω μου τὸ σῶμα καὶ 39δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.

Source notes (39)
  1. Footnote αποστολος ουκ ειμι ελευθερος 92% ¦ ελευθερος ουκ ειμι αποστολος ᴄᴛ 5.8%
  2. Footnote χριστον ¦ — ᴄᴛ
  3. Footnote εωρακα ¦ εορακα ɴᴀ ꜱʙʟ ᴡʜ
  4. Footnote υμεις ¦ ημεις ꜱᴛ*
  5. Footnote της εμης ¦ μου της ᴄᴛ
  6. Footnote αυτη εστι ¦ εστιν αυτη ᴄᴛ
  7. Footnote πιειν ¦ πειν ɴᴀ ꜱʙʟ ᴡʜ
  8. Footnote του ¦ — ᴄᴛ
  9. Footnote εκ του καρπου ¦ τον καρπον ᴄᴛ
  10. Footnote η ¦ — ꜱʙʟ
  11. Footnote ουχι και ο νομος ταυτα ¦ και ο νομος ταυτα ου ᴄᴛ
  12. Footnote μωσεως ¦ μωυσεως ᴄᴛ ʜꜰ ʀᴘ
  13. Footnote φιμωσεις ¦ κημωσεις ɴᴀ ꜱʙʟ
  14. Footnote επ ελπιδι οφειλει ¦ οφειλει επ ελπιδι ᴄᴛ
  15. Footnote της ελπιδος αυτου μετεχειν επ ελπιδι 90.1% ¦ επ ελπιδι του μετεχειν ᴄᴛ 3.5%
  16. Footnote εξουσιας υμων ¦ υμων εξουσιας ᴄᴛ
  17. Footnote εγκοπην τινα ¦ εκκοπην τινα ¦ τινα εγκοπην ɴᴀ ꜱʙʟ ᴛʜ ¦ τινα ενκοπην ᴡʜ
  18. Footnote εκ ¦ τα εκ ᴄᴛ
  19. Footnote προσεδρευοντες ¦ παρεδρευοντες ᴄᴛ
  20. Footnote συμμεριζονται ¦ συνμεριζονται ᴡʜ
  21. Footnote ουδενι εχρησαμην ¦ ου κεχρημαι ουδενι ᴄᴛ
  22. Footnote ινα τις κενωση ¦ ουδεις κενωσει ᴄᴛ
  23. Footnote δε ¦ γαρ ᴄᴛ
  24. Footnote ευαγγελιζωμαι ¦ ευαγγελισωμαι ɴᴀ ꜱʙʟ ᴡʜ
  25. Footnote μοι 80.3% ¦ μου ᴄᴛ 13.3%
  26. Footnote του χριστου ¦ — ᴄᴛ
  27. Footnote νομον 92.1% ¦ νομον μη ων αυτος υπο νομον ᴄᴛ 6.9%
  28. Footnote θεω ¦ θεου ᴄᴛ
  29. Footnote χριστω ¦ χριστου ᴄᴛ
  30. Footnote κερδησω ¦ κερδανω ᴄᴛ
  31. Footnote ανομους ¦ τους ανομους ᴄᴛ
  32. Footnote ως ¦ — ᴄᴛ
  33. Footnote τα ¦ — ᴄᴛ
  34. Footnote τουτο 91.4% ¦ παντα ᴄᴛ 7.4%
  35. Footnote συγκοινωνος ¦ συνκοινωνος ᴛʜ ᴡʜ
  36. Footnote δερων ¦ δαιρων ᴘᴄᴋ
  37. Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴡʜ
  38. Footnote υποπιαζω ¦ υπωπιαζω ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
  39. Footnote δουλαγωγω ¦ δουλαγαγω ꜱᴛ*

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.