Η Καινή Διαθήκη
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 8
Food Sacrificed to Idols
Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. εἰ 1δέ τις δοκεῖ 2εἰδέναι τι, 3οὐδέπω οὐδὲν ἔγνωκε καθὼς δεῖ γνῶναι· εἰ δέ τις ἀγαπᾷ τὸν Θεόν, οὗτος ἔγνωσται ὑπ᾽ αὐτοῦ.
Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ καὶ ὅτι οὐδεὶς Θεὸς 4ἕτερος εἰ μὴ εἷς. καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ 5γῆς (ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί), ἀλλ᾽ ἡμῖν εἷς Θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾽ αὐτοῦ.
Ἀλλ᾽ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ 6συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσι, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. βρῶμα δὲ ἡμᾶς οὐ 7παρίστησι τῷ Θεῷ· οὔτε 8γὰρ ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα. βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς 9ἀσθενοῦσιν. ἐὰν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν 10εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; 11καὶ ἀπολεῖται ὁ ἀσθενῶν 12ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι᾽ ὃν Χριστὸς ἀπέθανεν; οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε. διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.
Source notes (12)
- Footnote δε ¦ — ᴄᴛ
- Footnote ειδεναι ¦ εγνωκεναι ᴄᴛ
- Footnote ουδεπω ουδεν εγνωκε ¦ ουπω εγνω ᴄᴛ
- Footnote ετερος ¦ — ᴄᴛ
- Footnote γης ¦ της γης ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote συνειδησει του ειδωλου εως αρτι 93.3% ¦ συνηθεια εως αρτι του ειδωλου ᴄᴛ 4.4%
- Footnote παριστησι ¦ παραστησει ᴄᴛ
- Footnote γαρ εαν φαγωμεν περισσευομεν ουτε εαν μη φαγωμεν υστερουμεθα 80.4% ¦ εαν φαγωμεν περισσευομεν ουτε εαν μη φαγωμεν υστερουμεθα ᴛʜ 1.4% ¦ εαν μη φαγωμεν υστερουμεθα ουτε εαν φαγωμεν περισσευομεν ɴᴀ ᴡʜ 0.8%
- Footnote ασθενουσιν ¦ ασθενεσιν ᴄᴛ
- Footnote ειδωλειω ¦ ειδωλιω ᴡʜ
- Footnote και απολειται 90.5% ¦ και απολλυται ᴍꜱꜱ 5.2% ¦ απολλυται γαρ ᴄᴛ 0.8%
- Footnote αδελφος επι τη ση γνωσει 90% ¦ εν τη ση γνωσει ο αδελφος ᴄᴛ 1.4%
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.