Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 7

Principles of Marriage

Περὶ δὲ ὧν ἐγράψατέ 1μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. τῇ γυναικὶ ὁ ἀνὴρ τὴν 2ὀφειλομένην εὔνοιαν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει 3ἀλλ᾽ ὁ ἀνήρ, ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος 4οὐκ ἐξουσιάζει 5ἀλλ᾽ ἡ γυνή. μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνα 6σχολάζητε 7τῇ νηστείᾳ καὶ τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ 8συνέρχησθε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. τοῦτο δὲ λέγω κατὰ 9συγγνώμην, οὐ κατ᾽ ἐπιταγήν. θέλω 10γὰρ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· 11ἀλλ᾽ ἕκαστος ἴδιον 12χάρισμα ἔχει ἐκ Θεοῦ, 13ὃς μὲν οὕτως, ὃς δὲ οὕτως.

Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς 14ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ. εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· 15κρεῖσσον γάρ ἐστι 16γαμῆσαι ἢ πυροῦσθαι.

Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω (οὐκ ἐγὼ 17ἀλλ᾽ ὁ Κύριος), γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι (ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω), καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.

Τοῖς δὲ λοιποῖς 18ἐγὼ λέγω (οὐχ ὁ Κύριος), εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον καὶ 19αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν· καὶ γυνὴ 20ἥτις ἔχει ἄνδρα ἄπιστον καὶ 21αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτῆς, μὴ ἀφιέτω 22αὐτόν. ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ 23ἀνδρί· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστι, νῦν δὲ ἅγιά ἐστιν. εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις, ἐν δὲ εἰρήνῃ κέκληκεν 24ἡμᾶς ὁ Θεός. τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;

Live the Life Assigned to You

Εἰ μὴ ἑκάστῳ ὡς 25ἐμέρισεν ὁ 26Θεός, ἕκαστον ὡς κέκληκεν ὁ 27Κύριος, οὕτω περιπατείτω. καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι. περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ 28τις ἐκλήθη; μὴ περιτεμνέσθω. ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ. ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω. δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλ᾽ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι. ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος Κυρίου ἐστίν· ὁμοίως 29καὶ ὁ ἐλεύθερος κληθείς, δοῦλός ἐστι Χριστοῦ. τιμῆς ἠγοράσθητε· μὴ 30γίνεσθε δοῦλοι ἀνθρώπων. ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ 31Θεῷ.

The Unmarried and the Widowed

Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. ἐὰν δὲ καὶ 32γήμῃς, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε. θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι. τοῦτο δέ φημι, 33ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος· 34τὸ λοιπόν ἐστιν ἵνα καὶ 35οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι, καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, καὶ οἱ χρώμενοι 36τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.

Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς 37ἀρέσει τῷ Κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς 38ἀρέσει τῇ γυναικί. 39μεμέρισται καὶ ἡ γυνὴ 40καὶ ἡ παρθένος. ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ 41σώματι καὶ 42πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς 43ἀρέσει τῷ ἀνδρί. τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν 44συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ 45εὐπρόσεδρον τῷ Κυρίῳ ἀπερισπάστως.

Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος καὶ οὕτως ὀφείλει 46γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν. ὃς δὲ ἕστηκεν 47ἑδραῖος ἐν τῇ καρδίᾳ, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ 48καρδίᾳ αὐτοῦ, 49τοῦ τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς 50ποιεῖ. ὥστε καὶ ὁ 51ἐκγαμίζων καλῶς ποιεῖ, 52ὁ δὲ μὴ 53ἐκγαμίζων κρεῖσσον 54ποιεῖ.

Γυνὴ δέδεται 55νόμῳ ἐφ᾽ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ 56καὶ κοιμηθῇ ὁ 57ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ. μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτω μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ 58δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν.

Source notes (58)
  1. Footnote μοι ¦ — ᴄᴛ
  2. Footnote οφειλομενην ευνοιαν ¦ οφειλην ᴄᴛ
  3. Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
  4. Footnote ουκ ¦ οκ ꜱᴛ*
  5. Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
  6. Footnote σχολαζητε ¦ σχολασητε ᴄᴛ
  7. Footnote τη νηστεια και 91.5% ¦ — ᴄᴛ 6.8%
  8. Footnote συνερχησθε ¦ συνερχεσθε ᴇʟᴢ ᴘᴄᴋ ¦ ητε ᴄᴛ
  9. Footnote συγγνωμην ¦ συνγνωμην ᴛʜ ᴡʜ
  10. Footnote γαρ ¦ δε ᴄᴛ
  11. Footnote αλλ ¦ αλλα ᴄᴛ
  12. Footnote χαρισμα εχει ¦ εχει χαρισμα ᴄᴛ
  13. Footnote ος μεν ουτως ος 94% ¦ ο μεν ουτως ο ᴄᴛ 4%
  14. Footnote εστιν ¦ — ᴄᴛ
  15. Footnote κρεισσον ¦ κρειττον ᴄᴛ
  16. Footnote γαμησαι ¦ γαμειν ᴡʜ
  17. Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
  18. Footnote εγω λεγω ¦ λεγω εγω ᴄᴛ
  19. Footnote αὐτὴ ¦ αὕτη ᴄᴛ
  20. Footnote ητις ¦ ει τις ᴀɴᴛ ɴᴀ ꜱʙʟ
  21. Footnote αυτος ¦ ουτος ᴄᴛ
  22. Footnote αυτον ¦ τον ανδρα ᴄᴛ
  23. Footnote ανδρι 94.7% ¦ αδελφω ᴄᴛ 3.5%
  24. Footnote ημας ¦ υμας ɴᴀ ᴡʜ
  25. Footnote εμερισεν ¦ μεμερικεν ᴡʜ
  26. Footnote θεος 86% ¦ κυριος ᴄᴛ 4.5%
  27. Footnote κυριος ¦ θεος ᴄᴛ
  28. Footnote τις εκληθη ¦ κεκληται τις ᴄᴛ
  29. Footnote και ¦ — ᴄᴛ
  30. Footnote γινεσθε ¦ γεινεσθε ᴛʜ
  31. Footnote θεω ¦ τω θεω ᴀɴᴛ ᴛʀ
  32. Footnote γημης ¦ γαμησης ᴄᴛ
  33. Footnote αδελφοι ¦ αδελφοι οτι ᴇʟᴢ ꜱᴄʀ
  34. Footnote το λοιπον εστιν ¦ εστι το λοιπον ᴄᴛ
  35. Footnote οι ¦ — ᴇʟᴢ*
  36. Footnote τω κοσμω τουτω ¦ τον κοσμον ᴄᴛ
  37. Footnote αρεσει ¦ αρεση ᴄᴛ
  38. Footnote αρεσει ¦ αρεση ᴄᴛ
  39. Footnote μεμερισται και ¦ μεμερισται ᴛʀ ¦ και μεμερισται και ᴄᴛ
  40. Footnote και η παρθενος η αγαμος 91.9% ¦ η αγαμος και η παρθενος ᴄᴛ 3.7%
  41. Footnote σωματι ¦ τω σωματι ᴄᴛ
  42. Footnote πνευματι ¦ τω πνευματι ᴄᴛ
  43. Footnote αρεσει ¦ αρεση ᴄᴛ
  44. Footnote συμφερον ¦ συμφορον ᴄᴛ
  45. Footnote ευπροσεδρον ¦ ευπαρεδρον ᴀɴᴛ ᴄᴛ
  46. Footnote γινεσθαι ¦ γεινεσθαι ᴛʜ
  47. Footnote εδραιος εν τη καρδια ¦ εν τη καρδια αυτου εδραιος ᴄᴛ
  48. Footnote καρδια αυτου ¦ ιδια καρδια ᴄᴛ
  49. Footnote του ¦ — ᴄᴛ
  50. Footnote ποιει ¦ ποιησει ᴄᴛ
  51. Footnote εκγαμιζων 69.7% ¦ γαμιζων ᴍꜱꜱ 7.4% ¦ γαμιζων την εαυτου παρθενον ɴᴀ ᴡʜ 3.8% ¦ γαμιζων την παρθενον εαυτου ꜱʙʟ ᴛʜ 0.3% ¦ {omit καλως ποει 38 ωστε και ο εκγαμιζον} ᴍꜱꜱ 6.7%
  52. Footnote ο δε ¦ και ο ᴄᴛ
  53. Footnote εκγαμιζων ¦ γαμιζων ᴄᴛ
  54. Footnote ποιει ¦ ποιησει ᴄᴛ
  55. Footnote νομω 95.1% ¦ — ᴄᴛ 2.5%
  56. Footnote και ¦ — ᴀɴᴛ ᴄᴛ ᴛʀ
  57. Footnote ανηρ ¦ ανηρ αυτης ᴀɴᴛ ᴛʀ
  58. Footnote δε ¦ γαρ ᴡʜ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.