Η Καινή Διαθήκη
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 10
Warning Against Idolatry
Οὐ θέλω 1δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν 2Μωϋσῆν 3ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ 4βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ 5πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ 6δὲ πέτρα ἦν ὁ Χριστός. ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν 7εὐδόκησεν ὁ Θεός, κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.
Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. μηδὲ εἰδωλολάτραι 8γίνεσθε, καθώς τινες αὐτῶν· 9ὥσπερ γέγραπται, Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ 10πιεῖν, καὶ ἀνέστησαν παίζειν. μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν καὶ 11ἔπεσον 12ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. μηδὲ ἐκπειράζωμεν τὸν 13Χριστόν, καθὼς 14καί τινες αὐτῶν ἐπείρασαν καὶ ὑπὸ τῶν ὄφεων 15ἀπώλοντο. μηδὲ γογγύζετε, 16καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. ταῦτα δὲ 17πάντα 18τύποι συνέβαινον ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων 19κατήντησεν. ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ. πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· 20πιστὸς δὲ ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι 21ὑμᾶς ὑπενεγκεῖν.
Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς 22εἰδωλολατρίας. ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι. τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία 23τοῦ αἵματος τοῦ Χριστοῦ ἐστι; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· 24οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί; τί οὖν φημι; ὅτι 25εἴδωλόν τί ἐστιν, ἢ ὅτι εἰδωλόθυτόν τί ἐστιν; ἀλλ᾽ ὅτι ἃ 26θύει τὰ ἔθνη, δαιμονίοις 27θύει καὶ οὐ Θεῷ· οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων 28γίνεσθαι. οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. ἢ παραζηλοῦμεν τὸν Κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;
Do Everything for the Glory of God
Πάντα 29μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει· πάντα 30μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα οἰκοδομεῖ. μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ἑτέρου 31ἕκαστος. πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν· τοῦ 32γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. εἰ 33δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. ἐὰν δέ τις ὑμῖν εἴπῃ, Τοῦτο 34εἰδωλόθυτόν ἐστι, μὴ ἐσθίετε δι᾽ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· 35τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου. ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; 36εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;
Εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. ἀπρόσκοποι 37γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ, καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ 38συμφέρον ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι.
Source notes (38)
- Footnote δε ¦ γαρ ᴄᴛ
- Footnote μωυσην ¦ μωσην ᴛʀ
- Footnote εβαπτισαντο ¦ εβαπτισθησαν ɴᴀ
- Footnote βρωμα πνευματικον ¦ πνευματικον βρωμα ᴄᴛ
- Footnote πομα πνευματικον επιον ¦ πνευματικον επιον πομα ᴄᴛ
- Footnote δε πετρα ¦ πετρα δε ᴄᴛ
- Footnote ευδοκησεν ¦ ηυδοκησεν ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote γινεσθε ¦ γεινεσθε ᴛʜ
- Footnote ωσπερ ¦ ως ᴀɴᴛ ᴛʀ
- Footnote πιειν ¦ πειν ᴄᴛ
- Footnote επεσον ¦ επεσαν ᴄᴛ
- Footnote εν ¦ — ᴄᴛ
- Footnote χριστον 89% ¦ κυριον ᴛʜ ᴡʜ 7.3%
- Footnote και ¦ — ᴄᴛ
- Footnote απωλοντο ¦ απωλλυντο ᴄᴛ
- Footnote καθως και 78.2% ¦ καθως ᴛʜ 18% ¦ καθαπερ ɴᴀ ꜱʙʟ ᴡʜ 1%
- Footnote παντα ¦ — ᴄᴛ
- Footnote τυποι συνεβαινον 84.4% ¦ τυπικως συνεβαινεν ᴄᴛ 7.8%
- Footnote κατηντησεν ¦ κατηντηκεν ᴄᴛ
- Footnote πιστος ¦ δυνατος ᴘᴄᴋ
- Footnote υμας ¦ — ᴄᴛ
- Footnote ειδωλολατριας ¦ ειδωλολατρειας ʜꜰ ʀᴘ ᴛʀ
- Footnote του αιματος του χριστου εστι ¦ εστι του αιματος του χριστου ᴄᴛ
- Footnote ουχι ¦ ουχ ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote ειδωλον τι εστιν η οτι ειδωλοθυτον ¦ ειδωλοθυτον τι εστιν η οτι ειδωλον ᴄᴛ
- Footnote θυει τα εθνη ¦ θυουσι ɴᴀ ꜱʙʟ ¦ θυουσι τα εθνη ᴛʜ ᴡʜ
- Footnote θυει και ου θεω ¦ και ου θεω θυουσιν ᴄᴛ
- Footnote γινεσθαι ¦ γεινεσθαι ᴛʜ
- Footnote μοι ¦ — ᴄᴛ
- Footnote μοι ¦ — ᴄᴛ
- Footnote εκαστος 82.1% ¦ — ᴄᴛ 4.4%
- Footnote γαρ κυριου ¦ κυριου γαρ ᴄᴛ
- Footnote δε ¦ — ᴄᴛ
- Footnote ειδωλοθυτον ¦ ιεροθυτον ᴄᴛ
- Footnote του γαρ κυριου η γη και το πληρωμα αυτης 88.3% ¦ — ᴄᴛ 8.3%
- Footnote ει ¦ ει δε ᴛʀ
- Footnote γινεσθε και ιουδαιοις ¦ και ιουδαιοις γινεσθε ɴᴀ ꜱʙʟ ᴡʜ ¦ και ιουδαιοις γεινεσθε ᴛʜ
- Footnote συμφερον ¦ συμφορον ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.