Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 11

μιμηταί μου 1γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.

Head Coverings

Ἐπαινῶ δὲ ὑμᾶς, 2ἀδελφοί, ὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε. θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ 3Χριστοῦ ὁ Θεός. πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ. πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν 4ἑαυτῆς· ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ 5κείρασθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω. ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· 6γυνὴ δὲ δόξα ἀνδρός ἐστιν. οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικὸς ἀλλὰ γυνὴ ἐξ ἀνδρός· καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους. πλὴν οὔτε 7ἀνὴρ χωρὶς γυναικὸς οὔτε γυνὴ χωρὶς ἀνδρὸς ἐν Κυρίῳ· ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτω καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός· τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ. ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι; 8ἢ οὐδὲ 9αὐτὴ ἡ φύσις διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ ἀτιμία αὐτῷ ἐστι, γυνὴ δὲ ἐὰν κομᾷ δόξα αὐτῇ ἐστιν; ὅτι ἡ κόμη ἀντὶ περιβολαίου 10δέδοται. εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν οὐδὲ αἱ ἐκκλησίαι τοῦ Θεοῦ.

The Lord’s Supper

Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ 11κρεῖττον 12ἀλλ᾽ εἰς τὸ 13ἧττον συνέρχεσθε. πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν 14ἐκκλησίᾳ ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω. δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα 15οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν. συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἔστι κυριακὸν δεῖπνον φαγεῖν· ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; τί 16ὑμῖν εἴπω; ἐπαινέσω ὑμᾶς ἐν τούτῳ; οὐκ ἐπαινῶ.

Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ 17παρεδίδοτο ἔλαβεν ἄρτον καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε, 18Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν 19κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις 20ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. ὁσάκις γὰρ 21ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον 22τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε ἄχρις οὗ 23ἂν ἔλθῃ.

Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον 24τοῦτον ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου 25ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ 26τοῦ αἵματος τοῦ Κυρίου. δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω· ὁ γὰρ ἐσθίων καὶ πίνων 27ἀναξίως κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει μὴ διακρίνων τὸ σῶμα 28τοῦ Κυρίου. διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί. εἰ 29γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ 30Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.

Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε. εἰ 31δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρίμα συνέρχησθε. τὰ δὲ λοιπά, ὡς ἂν ἔλθω διατάξομαι.

Source notes (31)
  1. Footnote γινεσθε ¦ γεινεσθε ᴛʜ
  2. Footnote αδελφοι ¦ — ᴄᴛ
  3. Footnote χριστου ¦ του χριστου ᴄᴛ
  4. Footnote ἑαυτῆς ¦ αὐτῆς ᴄᴛ
  5. Footnote κειρασθαι ¦ κειρεσθαι ᴘᴄᴋ
  6. Footnote γυνη ¦ η γυνη ᴄᴛ
  7. Footnote ανηρ χωρις γυναικος ουτε γυνη χωρις ανδρος ¦ γυνη χωρις ανδρος ουτε ανηρ χωρις γυναικος ᴄᴛ
  8. Footnote η ¦ — ᴄᴛ
  9. Footnote αυτη η φυσις ¦ η φυσις αυτη ᴄᴛ
  10. Footnote δεδοται ¦ δεδοται αυτη ᴀɴᴛ ɴᴀ ᴛʀ ᴡʜ
  11. Footnote κρειττον ¦ κρεισσον ᴄᴛ
  12. Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
  13. Footnote ηττον ¦ ησσον ᴄᴛ
  14. Footnote εκκλησια ¦ τη εκκλησια ᴛʀ
  15. Footnote οι ¦ και οι ɴᴀ ꜱʙʟ ᴡʜ
  16. Footnote υμιν ειπω ¦ ειπω υμιν ᴄᴛ
  17. Footnote παρεδιδοτο ¦ παρεδιδετο ᴄᴛ
  18. Footnote λαβετε φαγετε 88.7% ¦ — ᴄᴛ 8.3%
  19. Footnote κλωμενον ¦ — ᴄᴛ
  20. Footnote αν ¦ εαν ᴄᴛ
  21. Footnote αν ¦ εαν ᴄᴛ
  22. Footnote τουτο ¦ — ᴄᴛ
  23. Footnote αν ¦ — ᴄᴛ
  24. Footnote τουτον ¦ — ᴄᴛ
  25. Footnote αναξιως ¦ αναξιως του κυριου ʜꜰ ʀᴘ
  26. Footnote του ¦ — ᴀɴᴛ ᴛʀ
  27. Footnote αναξιως 95.6% ¦ — ᴄᴛ 1.5%
  28. Footnote του κυριου ¦ — ᴄᴛ
  29. Footnote γαρ ¦ δε ᴄᴛ
  30. Footnote κυριου ¦ του κυριου ᴀɴᴛ ɴᴀ ᴡʜ
  31. Footnote δε ¦ — ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.