Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 12

Spiritual Gifts

Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. οἴδατε ὅτι 1ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι. διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν λέγει, 2Ἀνάθεμα Ἰησοῦν· καὶ οὐδεὶς δύναται εἰπεῖν, 3Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ.

Διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσι, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, 4ὁ δὲ αὐτός 5ἐστι Θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον. ᾧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ 6δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ 7δὲ χαρίσματα ἰαμάτων ἐν τῷ 8αὐτῷ Πνεύματι, ἄλλῳ 9δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ 10δὲ προφητεία, ἄλλῳ 11δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ 12δὲ γένη γλωσσῶν, ἄλλῳ 13δὲ 14ἑρμηνεία γλωσσῶν· πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.

One Body with Many Members

Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι καὶ μέλη 15ἔχει πολλά, πάντα δὲ τὰ μέλη τοῦ σώματος 16τοῦ ἑνός, πολλὰ ὄντα, ἕν ἐστι σῶμα, οὕτω καὶ ὁ Χριστός· καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ πάντες 17εἰς ἓν Πνεῦμα ἐποτίσθημεν.

Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά. ἐὰν εἴπῃ ὁ πούς, Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; καὶ ἐὰν εἴπῃ τὸ οὖς, Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις; 18νυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν, ἐν τῷ σώματι καθὼς ἠθέλησεν. εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; νῦν δὲ πολλὰ 19μὲν μέλη, ἓν δὲ σῶμα. οὐ δύναται δὲ 20ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί, Χρείαν σου οὐκ ἔχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσί, Χρείαν ὑμῶν οὐκ ἔχω· ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστι, καὶ ἃ δοκοῦμεν 21ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν· καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει, τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. 22ἀλλ᾽ ὁ Θεὸς συνεκέρασε τὸ σῶμα, τῷ 23ὑστεροῦντι περισσοτέραν δοὺς τιμήν, ἵνα μὴ ᾖ 24σχίσματα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη. καὶ εἴτε πάσχει ἓν μέλος, 25συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται 26ἓν μέλος, 27συγχαίρει πάντα τὰ μέλη.

Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, 28εἶτα χαρίσματα ἰαμάτων, 29ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσι; ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ 30κρείττονα.

Καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.

Source notes (30)
  1. Footnote οτε ¦ — ᴛʀ
  2. Footnote αναθεμα ιησουν 88.9% ¦ αναθημα ιησουν ᴍꜱꜱ 5.7% ¦ αναθεμα ιησους ᴄᴛ 3.5%
  3. Footnote κυριον ιησουν 92.6% ¦ κυριος ιησους ᴄᴛ 5.4%
  4. Footnote ο δε ¦ και ο ᴡʜ
  5. Footnote εστι 76.4% ¦ — ᴄᴛ 16.9%
  6. Footnote δε ¦ — ᴄᴛ
  7. Footnote δε ¦ — ꜱʙʟ
  8. Footnote αυτω ¦ ενι ᴄᴛ
  9. Footnote δε ¦ — ꜱʙʟ
  10. Footnote δε ¦ — ꜱʙʟ ᴛʜ
  11. Footnote δε ¦ — ꜱʙʟ ᴛʜ
  12. Footnote δε ¦ — ᴄᴛ
  13. Footnote δε ¦ — ꜱʙʟ
  14. Footnote ερμηνεια ¦ ερμηνια ᴛʜ ᴡʜ
  15. Footnote εχει πολλα ¦ πολλα εχει ᴄᴛ
  16. Footnote του ενος ¦ — ᴄᴛ
  17. Footnote εις ¦ — ᴄᴛ
  18. Footnote νυνι ¦ νυν ᴡʜ
  19. Footnote μεν ¦ — ᴡʜ
  20. Footnote ο ¦ — ᴀɴᴛ ᴛʀ
  21. Footnote ατιμοτερα ¦ ατιμωτερα ᴇʟᴢ
  22. Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
  23. Footnote υστερουντι ¦ υστερουμενω ɴᴀ ᴛʜ ᴡʜ
  24. Footnote σχισματα ¦ σχισμα ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
  25. Footnote συμπασχει ¦ συμπασχη ᴘᴄᴋ ¦ συνπασχει ᴛʜ ᴡʜ
  26. Footnote εν ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
  27. Footnote συγχαιρει ¦ συγχαιρη ᴘᴄᴋ ¦ συνχαιρει ᴛʜ ᴡʜ
  28. Footnote ειτα ¦ επειτα ᴄᴛ
  29. Footnote αντιληψεις ¦ αντιλημψεις ᴄᴛ
  30. Footnote κρειττονα 93% ¦ μειζονα ᴄᴛ 5.8%

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.