Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 13

The Way of Love

Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. 1καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, 2καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη 3μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, 4οὐθέν εἰμι. 5καὶ ἐὰν 6ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, 7καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα 8καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.

Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ· 9ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, 10συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.

Ἡ ἀγάπη οὐδέποτε 11ἐκπίπτει. εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. ἐκ μέρους 12δὲ 13γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, 14τότε τὸ ἐκ μέρους καταργηθήσεται. ὅτε ἤμην νήπιος, 15ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε 16δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. βλέπομεν γὰρ ἄρτι δι᾽ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι 17γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη.

Source notes (17)
  1. Footnote και εαν ¦ καν ᴡʜ
  2. Footnote και εαν ¦ καν ᴡʜ
  3. Footnote μεθιστανειν ¦ μεθισταναι ɴᴀ ꜱʙʟ ᴛʜ
  4. Footnote ουθεν ¦ ουδεν ᴀɴᴛ ᴇʟᴢ ꜱᴄʀ
  5. Footnote και εαν ¦ καν ɴᴀ ᴛʜ ᴡʜ
  6. Footnote ψωμισω ¦ ψωμιζω ᴇʟᴢ*
  7. Footnote και εαν ¦ καν ᴡʜ
  8. Footnote καυθησομαι 49.7% ¦ καυθησωμαι ʜꜰ ʀᴘ 45.4% ¦ καυχησωμαι ɴᴀ ᴡʜ 1.5%
  9. Footnote η αγαπη 83.2% ¦ — ᴡʜ 12.9%
  10. Footnote συγχαιρει ¦ συνχαιρει ᴛʜ ᴡʜ
  11. Footnote εκπιπτει ¦ πιπτει ᴄᴛ
  12. Footnote δε ¦ γαρ ᴄᴛ ᴛʀ
  13. Footnote γινωσκομεν ¦ γεινωσκομεν ᴛʜ
  14. Footnote τοτε ¦ — ᴄᴛ
  15. Footnote ως νηπιος ελαλουν … ελογιζομην ¦ ελαλουν … ελογιζομην ως νηπιος ᴄᴛ
  16. Footnote δε ¦ — ᴄᴛ
  17. Footnote γινωσκω ¦ γεινωσκω ᴛʜ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.