Η Καινή Διαθήκη
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 14
Prophecy and Tongues
Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ἀλλὰ 1τῷ Θεῷ· οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια. ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων 2γὰρ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ 3διερμηνεύει, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ. 4
Νυνὶ δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ; ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ 5διδῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; καὶ γὰρ ἐὰν ἄδηλον 6φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; οὕτω καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. τοσαῦτα εἰ τύχοι γένη φωνῶν 7ἐστιν ἐν κόσμῳ καὶ οὐδὲν 8αὐτῶν ἄφωνον. ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος. οὕτω καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε. 9
Διόπερ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι. τί οὖν ἐστι; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ 10τῷ νοΐ. ἐπεὶ ἐὰν 11εὐλογήσῃς 12τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδε; σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ᾽ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. εὐχαριστῶ τῷ Θεῷ 13μου πάντων ὑμῶν μᾶλλον γλώσσαις 14λαλῶν· 15ἀλλ᾽ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους 16διὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.
Ἀδελφοί, μὴ παιδία 17γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι 18γίνεσθε. ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν 19ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾽ οὕτως εἰσακούσονταί μου, λέγει Κύριος. ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν. ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες 20γλώσσαις λαλῶσιν, εἰσέλθωσι δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, 21καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ 22γίνεται, καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ ἀπαγγέλλων ὅτι 23Ὁ Θεὸς ὄντως ἐν ὑμῖν ἐστι.
Orderly Worship
Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ἕκαστος 24ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, 25γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, 26ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν 27γινέσθω. εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· ἐὰν δὲ μὴ ᾖ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ. προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· ἐὰν δὲ ἄλλῳ 28ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. δύνασθε γὰρ καθ᾽ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι καὶ πάντες παρακαλῶνται. καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς 29ἀλλὰ εἰρήνης, ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.
Αἱ γυναῖκες 30ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ 31ἐπιτέτραπται αὐταῖς λαλεῖν 32ἀλλ᾽ 33ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει. εἰ δέ τι 34μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστι 35γυναιξὶν 36ἐν ἐκκλησίᾳ λαλεῖν. ἢ ἀφ᾽ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;
Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, 37ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι 38Κυρίου 39εἰσὶν ἐντολαί. εἰ δέ τις ἀγνοεῖ, 40ἀγνοείτω. ὥστε, 41ἀδελφοί, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν 42γλώσσαις μὴ κωλύετε· 43πάντα εὐσχημόνως καὶ κατὰ τάξιν 44γινέσθω.
Source notes (44)
- Footnote τω ¦ — ᴄᴛ
- Footnote γαρ ¦ δε ᴄᴛ
- Footnote διερμηνευει ¦ διερμηνευη ᴄᴛ ᴛʀ
- Footnote νυνι ¦ νυν ᴄᴛ
- Footnote διδω ¦ δω ᴄᴛ ᴛʀ
- Footnote φωνην σαλπιγξ ¦ σαλπιγξ φωνην ɴᴀ ᴛʜ ᴡʜ
- Footnote εστιν ¦ εισιν ᴄᴛ
- Footnote αυτων 89.7% ¦ — ᴄᴛ ꜱᴄʀ 7%
- Footnote διοπερ ¦ διο ᴄᴛ
- Footnote τω ¦ — ᴇʟᴢ*
- Footnote ευλογησης ¦ ευλογης ᴄᴛ
- Footnote τω ¦ εν ɴᴀ ᴡʜ ¦ — ꜱʙʟ ᴛʜ
- Footnote μου ¦ — ᴄᴛ
- Footnote λαλων ¦ λαλω ᴄᴛ
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote δια του νοος 88.8% ¦ τω νοι ᴄᴛ 7.8%
- Footnote γινεσθε ¦ γεινεσθε ᴛʜ
- Footnote γινεσθε ¦ γεινεσθε ᴛʜ
- Footnote ετεροις ¦ ετερων ᴄᴛ
- Footnote γλωσσαις λαλωσιν ¦ λαλωσι γλωσσαις ᴄᴛ
- Footnote και ουτω 92.9% ¦ — ᴄᴛ 5.6%
- Footnote γινεται ¦ γεινεται ᴛʜ
- Footnote ο θεος οντως ¦ οντως ο θεος ᴄᴛ ᴘᴄᴋ
- Footnote υμων 95% ¦ — ᴄᴛ 2.7%
- Footnote γλωσσαν εχει αποκαλυψιν ¦ αποκαλυψιν εχει γλωσσαν ᴄᴛ
- Footnote ερμηνειαν ¦ ερμηνιαν ᴛʜ ᴡʜ
- Footnote γινεσθω ¦ γενεσθω ᴛʀ ¦ γεινεσθω ᴛʜ
- Footnote αποκαλυφθη ¦ αποκακαλυφθη ᴀɴᴛ*
- Footnote αλλα ¦ αλλ ɴᴀ ᴘᴄᴋ ᴛʀ
- Footnote υμων ¦ — ᴄᴛ
- Footnote επιτετραπται ¦ επιτρεπεται ᴄᴛ
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote υποτασσεσθαι ¦ υποτασσεσθωσαν ᴄᴛ
- Footnote μαθειν ¦ μανθανειν ᴡʜ
- Footnote γυναιξιν ¦ γυναικι ᴄᴛ
- Footnote εν εκκλησια λαλειν ¦ λαλειν εν εκκλησια ᴄᴛ
- Footnote επιγινωσκετω ¦ επιγεινωσκετω ᴛʜ
- Footnote κυριου ¦ του κυριου ᴀɴᴛ ᴛʀ
- Footnote εισιν εντολαι ¦ εστιν εντολη ɴᴀ ᴛʜ ᴡʜ ¦ εστιν ꜱʙʟ
- Footnote αγνοειτω ¦ αγνοειται ᴄᴛ
- Footnote αδελφοι ¦ αδελφοι μου ᴄᴛ
- Footnote γλωσσαις μη κωλυετε ¦ μη κωλυετε γλωσσαις ᴄᴛ
- Footnote παντα ¦ παντα δε ᴄᴛ
- Footnote γινεσθω ¦ γεινεσθω ᴛʜ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.