Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΛΟΥΚΑΝ 23

Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν, 1⸂ἤγαγον⸃ αὐτὸν ἐπὶ τὸν Πιλάτον. Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ, λέγοντες, Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος, 2⸆ καὶ κωλύοντα 3⸉Καίσαρι φόρους⸊ διδόναι, 4⸆2 λέγοντα ἑαυτὸν χριστὸν βασιλέα εἶναι. Ὁ δὲ Πιλάτος 5⸂ἐπηρώτησεν⸃ αὐτόν, λέγων, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη, Σὺ λέγεις. Ὁ δὲ Πιλάτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους, Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. Οἱ δὲ ἐπίσχυον, λέγοντες ὅτι Ἀνασείει τὸν λαόν, διδάσκων καθ᾽ ὅλης τῆς Ἰουδαίας, 6⸆ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε. Πιλάτος δὲ ἀκούσας 7⸋Γαλιλαίαν⸌ ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν. Καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.

Ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ 8⸂θέλων ἐξ ἱκανοῦ⸃ ἰδεῖν αὐτόν, διὰ τὸ ἀκούειν 9⸋πολλὰ⸌ περὶ αὐτοῦ· καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ γινόμενον. Ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. Εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, εὐτόνως κατηγοροῦντες αὐτοῦ. Ἐξουθενήσας δὲ αὐτὸν 10⸆ ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ, καὶ ἐμπαίξας, περιβαλὼν 11⸋αὐτὸν⸌ ἐσθῆτα λαμπράν, ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. Ἐγένοντο δὲ φίλοι 12⸉ὅ τε Πιλάτος καὶ ὁ Ἡρῴδης⸊ ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς 13⸂ἑαυτούς.⸃

Πιλάτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαόν, εἶπεν πρὸς αὐτούς, Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον, ὡς ἀποστρέφοντα τὸν λαόν· καὶ ἰδού, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ· ἀλλ᾽ οὐδὲ Ἡρῴδης· 14⸂ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν,⸃ καὶ ἰδού, οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ. Παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 15⸋Ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα.⸌ Ἀνέκραξαν δὲ παμπληθεί, λέγοντες, Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν 16⸆ Βαραββᾶν· ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον 17⸂βεβλημένος⸃ 18⸂2εἰς φυλακήν.⸃ Πάλιν 19⸂οὖν⸃ ὁ Πιλάτος προσεφώνησεν, 20⸆ θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. Οἱ δὲ ἐπεφώνουν, λέγοντες, 21⸂Σταύρωσον, σταύρωσον⸃ αὐτόν. Ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς, Τί γὰρ κακὸν ἐποίησεν οὗτος; Οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. Οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις, αἰτούμενοι αὐτὸν σταυρωθῆναι· καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν 22⸋καὶ τῶν ἀρχιερέων.⸌ 23⸂Ὁ δὲ⸃ Πιλάτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν. Ἀπέλυσεν δὲ 24⸆ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς 25⸋τὴν⸌ φυλακήν, ὃν ᾐτοῦντο· τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.

Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι 26⸂Σίμωνός τινος Κυρηναίου ἐρχομένου⸃ ἀπ᾽ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρόν, φέρειν ὄπισθεν τοῦ Ἰησοῦ.

Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν αἳ 27⸋καὶ⸌ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. Στραφεὶς δὲ πρὸς αὐτὰς 28⸋ὁ⸌ Ἰησοῦς εἶπεν, Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ᾽ ἐμέ, πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. Ὅτι ἰδού, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν, Μακάριαι 29⸂αἱ στεῖραι, καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ⸃ οἳ οὐκ 30⸂2ἐθήλασαν.⸃ Τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν, Πέσετε ἐφ᾽ ἡμᾶς· καὶ τοῖς βουνοῖς, Καλύψατε ἡμᾶς. Ὅτι εἰ ἐν 31⸋τῷ⸌ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;

Ἤγοντο δὲ καὶ ἕτεροι 32⸉δύο κακοῦργοι⸊ σὺν αὐτῷ ἀναιρεθῆναι.

Καὶ ὅτε 33⸂ἀπῆλθον⸃ ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτόν, καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν. Ὁ δὲ Ἰησοῦς ἔλεγεν, Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασιν τί ποιοῦσιν. Διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ, ἔβαλον 34⸂κλῆρον.⸃ Καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. Ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες 35⸋σὺν αὐτοῖς,⸌ λέγοντες, Ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ χριστός, 36⸉ὁ τοῦ θεοῦ ἐκλεκτός.⸊ 37⸂Ἐνέπαιζον⸃ δὲ αὐτῷ καὶ οἱ στρατιῶται, προσερχόμενοι 38⸋καὶ⸌ ὄξος προσφέροντες αὐτῷ, καὶ λέγοντες, Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. Ἦν δὲ καὶ ἐπιγραφὴ 39⸂γεγραμμένη⸃ ἐπ᾽ αὐτῷ 40⸋γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς,⸌ 41⸂2Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων.⸃

Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν, 42⸋λέγων,⸌ 43⸂Εἰ σὺ εἶ ὁ χριστός,⸃ σῶσον σεαυτὸν καὶ ἡμᾶς. Ἀποκριθεὶς δὲ ὁ ἕτερος 44⸂ἐπετίμα αὐτῷ, λέγων,⸃ Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; Καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. Καὶ ἔλεγεν 45⸋τῷ⸌ Ἰησοῦ, Μνήσθητί μου, 46⸋2κύριε,⸌ ὅταν ἔλθῃς 47⸂ἐν τῇ βασιλείᾳ⸃ σου. Καὶ εἶπεν αὐτῷ 48⸋ὁ Ἰησοῦς,⸌ Ἀμὴν 49⸉λέγω σοι,⸊ σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. 50

⸂Ἦν δὲ⸃ 51⸆ ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. 52⸂Καὶ ἐσκοτίσθη ὁ ἥλιος,⸃ 53⸂2καὶ ἐσχίσθη⸃ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. Καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν, Πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου· 54⸂καὶ ταῦτα⸃ εἰπὼν ἐξέπνευσεν. Ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον, 55⸂ἐδόξασεν⸃ τὸν θεόν, λέγων, Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. Καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, 56⸂θεωροῦντες⸃ τὰ γενόμενα, τύπτοντες 57⸋ἑαυτῶν⸌ τὰ στήθη ὑπέστρεφον. Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ 58⸂αὐτοῦ⸃ 59⸆ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.

Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσήφ, βουλευτὴς ὑπάρχων, 60⸆ ἀνὴρ ἀγαθὸς καὶ δίκαιος— οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν—ἀπὸ Ἀριμαθαίας πόλεως τῶν Ἰουδαίων, 61⸂ὃς καὶ προσεδέχετο καὶ αὐτὸς⸃ τὴν βασιλείαν τοῦ θεοῦ· οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 62⸂Καὶ καθελὼν αὐτὸ ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν αὐτὸ⸃ ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν 63⸂2οὐδέπω οὐδεὶς⸃ κείμενος. Καὶ ἡμέρα ἦν Παρασκευή, 64⸆ σάββατον ἐπέφωσκεν. Κατακολουθήσασαι δὲ 65⸆ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι 66⸉αὐτῷ ἐκ τῆς Γαλιλαίας,⸊ ἐθεάσαντο τὸ μνημεῖον, καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ. Ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.

Source notes (66)
  1. Footnote * ⸂ ἤγαγον RP f 35 TNT2 WH NA NIV SBL ¦ ἤγαγεν TR
  2. Footnote * ⸆ – RP f 35 TR ¦ ἡμῶν TNT2 WH NA NIV SBL
  3. Footnote * ⸉ Καίσαρι φόρους RP f 35 TR ¦ φόρους Καίσαρι TNT2 WH NA NIV SBL
  4. Footnote * ⸆2 – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL
  5. Footnote * ⸂ ἐπηρώτησεν RP f 35 TR ¦ ἠρώτησεν TNT2 WH NA NIV SBL
  6. Footnote * ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL
  7. Footnote * ⸋ Γαλιλαίαν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  8. Footnote * ⸂ θέλων ἐξ ἱκανοῦ RP f 35 TR ¦ ἐξ ἱκανῶν χρόνων θέλων TNT2 WH NA NIV SBL
  9. Footnote * ⸋ πολλὰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  10. Footnote * ⸆ – RP f 35 TR TNT2 WH NA25 NIV11 ¦ καὶ NA27+28 NIV73 SBL
  11. Footnote * ⸋ αὐτὸν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  12. Footnote * ⸉ ὅ τε Πιλάτος καὶ ὁ Ἡρῴδης RP f 35 TR ¦ ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος TNT2 WH NA NIV SBL
  13. Footnote * ⸂ ἑαυτούς RP f 35 TR ¦ αὐτούς TNT2 NA27+28 NIV ¦ αὑτούς WH NA25 SBL
  14. Footnote * ⸂ ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν RP f 35 TR TNT2 ¦ ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς WH NA NIV SBL
  15. Footnote * ⸋ Ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  16. Footnote * ⸆ – RP f 35 ¦ τὸν TR TNT2 WH NA NIV SBL
  17. Footnote * ⸂ βεβλημένος RP f 35 TR ¦ βληθεὶς TNT2 WH NA NIV SBL
  18. Footnote * ⸂2 εἰς φυλακήν RP f 35 TR ¦ ἐν τῇ φυλακῇ TNT2 WH NA NIV SBL
  19. Footnote * ⸂ οὖν RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL
  20. Footnote * ⸆ – RP f 35 TR TNT2 SBL ¦ αὐτοῖς WH NA NIV
  21. Footnote * ⸂ Σταύρωσον, σταύρωσον RP f 35 TR ¦ Σταύρου, σταύρου TNT2 WH NA NIV SBL
  22. Footnote * ⸋ καὶ τῶν ἀρχιερέων RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  23. Footnote * ⸂ Ὁ δὲ RP f 35 TR ¦ Καὶ TNT2 WH NA NIV SBL
  24. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτοῖς TR
  25. Footnote * ⸋ τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  26. Footnote * ⸂ Σίμωνός τινος Κυρηναίου ἐρχομένου RP f 35 ¦ Σίμωνός τινος Κυρηναίου, τοῦ ἐρχόμενου TR ¦ Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον TNT2 WH NA NIV SBL
  27. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  28. Footnote * ⸋ ὁ RP f 35 TR NA27+28 NIV73 SBL ¦ – TNT2 WH NA25 NIV11
  29. Footnote * ⸂ αἱ στεῖραι, καὶ κοιλίαι … καὶ μαστοὶ RP f 35 TR ¦ αἱ στεῖραι, καὶ αἱ κοιλίαι … καὶ μαστοὶ TNT2 WH NA NIV SBL
  30. Footnote * ⸂2 ἐθήλασαν RP f 35 TR ¦ ἔθρεψαν TNT2 WH NA NIV SBL
  31. Footnote * ⸋ τῷ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
  32. Footnote * ⸉ δύο κακοῦργοι RP f 35 TR TNT2 ¦ κακοῦργοι δύο WH NA NIV SBL
  33. Footnote * ⸂ ἀπῆλθον RP f 35 TR ¦ ἦλθον TNT2 NA NIV SBL ¦ ἦλθαν WH
  34. Footnote * ⸂ κλῆρον RP f 35 TR TNT2 WH ¦ κλήρους NA NIV SBL
  35. Footnote * ⸋ σὺν αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  36. Footnote * ⸉ ὁ τοῦ θεοῦ ἐκλεκτός RP f 35 TR TNT2 ¦ τοῦ θεοῦ ὁ ἐκλεκτός WH NA NIV SBL
  37. Footnote * ⸂ ἐνέπαιζον RP f 35 TR TNT2 ¦ ἐνέπαιξαν WH NA NIV SBL
  38. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  39. Footnote * ⸂ γεγραμμένη RP f 35 TR ¦ ἐπιγεγραμμένη TNT2 ¦ – WH NA NIV SBL
  40. Footnote * ⸋ γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  41. Footnote * ⸂2 Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων. RP f 35 TR ¦ Ὁ βασιλεὺς τῶν Ἰουδαίων οὗτος. TNT2 WH NA NIV SBL
  42. Footnote * ⸋ λέγων RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
  43. Footnote * ⸂ Εἰ σὺ εἶ ὁ χριστός RP f 35 TR ¦ Οὐχὶ σὺ εἶ ὁ χριστός; TNT2 WH NA NIV SBL
  44. Footnote * ⸂ ἐπετίμα αὐτῷ, λέγων RP f 35 TR ¦ ἐπιτιμῶν αὐτῷ, ἔφη TNT2 WH NA NIV SBL
  45. Footnote * ⸋ τῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  46. Footnote * ⸋2 κύριε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  47. Footnote * ⸂ ἐν τῇ βασιλείᾳ RP f 35 TR TNT2 SBL ¦ εἰς τὴν βασιλείαν WH NA NIV
  48. Footnote * ⸋ ὁ Ἰησοῦς RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  49. Footnote * ⸉ λέγω σοι RP f 35 TR ¦ σοι λέγω TNT2 WH NA NIV SBL
  50. Footnote * ⸂ Ἦν δὲ RP f 35 TR ¦ Καὶ ἦν TNT2 WH NA NIV SBL
  51. Footnote * ⸆ – RP f 35 TR ¦ ἤδη TNT2 WH NA NIV SBL
  52. Footnote * ⸂ Καὶ ἐσκοτίσθη ὁ ἥλιος RP f 35 TR TNT2 ¦ Τοῦ ἡλίου ἐκλείποντος WH ¦ Τοῦ ἡλίου ἐκλιπόντος NA NIV SBL
  53. Footnote * ⸂2 καὶ ἐσχίσθη RP f 35 TR TNT2 ¦ ἐσχίσθη δὲ WH NA NIV SBL
  54. Footnote * ⸂ καὶ ταῦτα RP f 35 TR ¦ τοῦτο δὲ TNT2 WH NA NIV SBL
  55. Footnote * ⸂ ἐδόξασεν RP f 35 ¦ ἐδόξασε TR ¦ ἐδόξαζεν TNT2 WH NA NIV SBL
  56. Footnote * ⸂ θεωροῦντες RP f 35 TR ¦ θεωρήσαντες TNT2 WH NA NIV SBL
  57. Footnote * ⸋ ἑαυτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  58. Footnote * ⸂ αὐτοῦ RP f 35 TR ¦ αὐτῷ TNT2 WH NA NIV SBL
  59. Footnote * ⸆ – RP f 35 TR TNT2 SBL ¦ απο WH NA NIV
  60. Footnote * ⸆ – RP f 35 TR TNT2 WH NA25 NIV11 SBL ¦ καὶ NA27+28 NIV73
  61. Footnote * ⸂ ὃς καὶ προσεδέχετο καὶ αὐτὸς RP TR ¦ ὃς προσεδέχετο καὶ αὐτὸς f 35 ¦ ὃς προσεδέχετο TNT2 WH NA NIV SBL
  62. Footnote * ⸂ Καὶ καθελὼν αὐτὸ … καὶ ἔθηκεν αὐτὸ RP f 35 TR ¦ Καὶ καθελὼν … καὶ ἔθηκεν αὐτὸν TNT2 WH NA SBL ¦ Καὶ καθελὼν … καὶ ἔθηκεν αὐτὸ NIV
  63. Footnote * ⸂2 οὐδέπω οὐδεὶς RP f 35 TR ¦ οὐδεὶς οὔπω TNT2 WH NA NIV SBL
  64. Footnote * ⸆ – RP f 35 ¦ καὶ TR TNT2 WH NA NIV SBL
  65. Footnote * ⸆ – RP f 35 ¦ καὶ TR ¦ αἱ TNT2 WH NA NIV SBL
  66. Footnote * ⸉ αὐτῷ ἐκ τῆς Γαλιλαίας RP f 35 TR TNT2 ¦ ἐκ τῆς Γαλιλαίας αὐτῷ WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.