Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΛΟΥΚΑΝ 24

Τῇ δὲ μιᾷ τῶν σαββάτων, ὄρθρου βαθέος, 1⸉ἦλθον ἐπὶ τὸ μνῆμα,⸊ φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, 2⸋καί τινες σὺν αὐταῖς.⸌ Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου. 3⸂Καὶ εἰσελθοῦσαι⸃ οὐχ εὗρον τὸ σῶμα 4⸋τοῦ κυρίου Ἰησοῦ.⸌ Καὶ ἐγένετο ἐν τῷ 5⸂διαπορεῖσθαι⸃ αὐτὰς περὶ τούτου, καὶ ἰδού, 6⸉ἄνδρες δύο⸊ ἐπέστησαν αὐταῖς ἐν 7⸂2ἐσθήσεσιν ἀστραπτούσαις·⸃ ἐμφόβων δὲ γενομένων αὐτῶν, καὶ κλινουσῶν 8⸂τὸ πρόσωπον⸃ εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς, Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; Οὐκ ἔστιν ὧδε, ἀλλ᾽ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, λέγων 9⸉ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου⸊ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς. Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία 10⸆ Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, 11⸋αἳ⸌ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα 12⸂αὐτῶν,⸃ καὶ ἠπίστουν αὐταῖς. 13⸋Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια 14⸋2κείμενα⸌ μόνα· καὶ ἀπῆλθεν πρὸς 15⸂ἑαυτὸν⸃ θαυμάζων τὸ γεγονός.⸌

Καὶ ἰδού, δύο ἐξ αὐτῶν 16⸉ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ⸊ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς. Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καὶ αὐτὸς 17⸋ὁ⸌ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς. Οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. Εἶπεν δὲ πρὸς αὐτούς, Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους 18⸂περιπατοῦντες, καί ἐστε σκυθρωποί;⸃ Ἀποκριθεὶς δὲ 19⸂ὁ εἷς,⸃ 20⸂2ᾧ ὄνομα⸃ Κλεοπᾶς, εἶπεν πρὸς αὐτόν, Σὺ μόνος παροικεῖς 21⸆ Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; Καὶ εἶπεν αὐτοῖς, Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, 22⸂ὃς⸃ ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ· ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν. Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλά γε 23⸆ σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ἄγει 24⸋σήμερον⸌ ἀφ᾽ οὗ ταῦτα ἐγένετο. Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον· καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῇν. Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς 25⸋καὶ⸌ αἱ γυναῖκες εἶπον· αὐτὸν δὲ οὐκ εἶδον. Καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς, Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστόν, καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, 26⸂διηρμήνευεν⸃ αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ 27⸂2ἑαυτοῦ.⸃ Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο· καὶ αὐτὸς 28⸂προσεποιεῖτο⸃ 29⸂2πορρωτέρω⸃ πορεύεσθαι. Καὶ παρεβιάσαντο αὐτόν, λέγοντες, Μεῖνον μεθ᾽ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστίν, καὶ κέκλικεν 30⸆ ἡ ἡμέρα. Καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς. Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησεν, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν. Καὶ εἶπον πρὸς ἀλλήλους, Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν 31⸋ἐν ἡμῖν,⸌ ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, 32⸋2καὶ⸌ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον 33⸂συνηθροισμένους⸃ τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, λέγοντας ὅτι 34⸉Ἠγέρθη ὁ κύριος ὄντως,⸊ καὶ ὤφθη Σίμωνι. Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.

Ταῦτα δὲ αὐτῶν λαλούντων, 35⸆ αὐτὸς 36⸋ὁ Ἰησοῦς⸌ ἔστη ἐν μέσῳ αὐτῶν, 37⸋2καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν.⸌ Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς, Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν 38⸂ταῖς καρδίαις⸃ ὑμῶν; Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι 39⸉αὐτὸς ἐγώ εἰμι·⸊ ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. 40⸋Καὶ τοῦτο εἰπὼν 41⸂ἐπέδειξεν⸃ αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.⸌ Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς, Ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, 42⸋καὶ ἀπὸ μελισσίου κηρίου.⸌ Καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.

Εἶπεν δὲ 43⸂αὐτοῖς,⸃ Οὗτοι οἱ λόγοι, 44⸆ οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα 45⸂2ἐν τῷ νόμῳ Μωσέως καὶ προφήταις καὶ ψαλμοῖς⸃ περὶ ἐμοῦ. Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς γραφάς· καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτως γέγραπται, 46⸋καὶ οὕτως ἔδει⸌ παθεῖν τὸν χριστόν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ 47⸂μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν⸃ εἰς πάντα τὰ ἔθνη, 48⸂2ἀρξάμενον⸃ ἀπὸ Ἱερουσαλήμ. Ὑμεῖς 49⸋δέ⸌ 50⸋2ἐστε⸌ μάρτυρες τούτων. Καὶ 51⸋ἰδού,⸌ ἐγὼ 52⸂ἀποστέλλω⸃ τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾽ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει 53⸋2Ἱερουσαλήμ,⸌ ἕως οὗ ἐνδύσησθε 54⸉δύναμιν ἐξ ὕψους.⸊

Ἐξήγαγεν δὲ αὐτοὺς 55⸋ἔξω⸌ ἕως 56⸂εἰς⸃ Βηθανίαν· καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτούς, διέστη ἀπ᾽ αὐτῶν, 57⸋καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν.⸌ Καὶ αὐτοὶ 58⸋προσκυνήσαντες αὐτόν,⸌ ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης· καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ, 59⸋αἰνοῦντες καὶ⸌ εὐλογοῦντες τὸν θεόν. 60⸋2Ἀμήν.⸌

Source notes (60)
  1. Footnote * ⸉ ἦλθον ἐπὶ τὸ μνῆμα RP f 35 TR TNT2 ¦ ἐπὶ τὸ μνῆμα ἦλθαν WH ¦ ἐπὶ τὸ μνῆμα ἦλθον NA NIV SBL
  2. Footnote * ⸋ καί τινες σὺν αὐταῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  3. Footnote * ⸂ Καὶ εἰσελθοῦσαι RP f 35 TR ¦ Εἰσελθοῦσαι δὲ TNT2 WH NA NIV SBL
  4. Footnote * ⸋ τοῦ κυρίου Ἰησοῦ RP f 35 TR TNT2 ⟦WH⟧ NA NIV ¦ – SBL
  5. Footnote * ⸂ διαπορεῖσθαι RP f 35 TR ¦ ἀπορεῖσθαι TNT2 WH NA NIV SBL
  6. Footnote * ⸉ ἄνδρες δύο RP f 35 TNT2 WH NA NIV SBL ¦ δύο ἄνδρες TR
  7. Footnote * ⸂2 ἐσθήσεσιν ἀστραπτούσαις RP f 35 TR ¦ ἐσθῆτι ἀστραπτούσῃ TNT2 WH NA NIV SBL
  8. Footnote * ⸂ τὸ πρόσωπον RP f 35 TR ¦ τὰ πρόσωπα TNT2 WH NA NIV SBL
  9. Footnote * ⸉ ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου RP f 35 TR ¦ τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ TNT2 WH NA NIV SBL
  10. Footnote * ⸆ – RP TR ¦ ἡ f 35 TNT2 WH NA NIV SBL
  11. Footnote * ⸋ αἳ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  12. Footnote * ⸂ αὐτῶν RP f 35 TR ¦ ταῦτα TNT2 WH NA NIV SBL
  13. Footnote * ⸋ Ὁ δὲ … τὸ γεγονός. RP f 35 TR TNT2 ⟦WH⟧ NA27+28 NIV SBL ¦ – NA25
  14. Footnote * ⸋2 κείμενα RP f 35 TR ¦ – TNT2 ⟦WH⟧ NA27+28 NIV SBL
  15. Footnote * ⸂ ἑαυτὸν RP f 35 TR NA27+28 NIV ¦ αὐτὸν TNT2 ¦ αὑτὸν ⟦WH⟧ SBL
  16. Footnote * ⸉ ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ RP f 35 TR TNT2 ¦ ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι WH NA NIV SBL
  17. Footnote * ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  18. Footnote * ⸂ περιπατοῦντες, καί ἐστε σκυθρωποί; RP f 35 TR ¦ περιπατοῦντες; Καί ἐστάθησαν σκυθρωποί. TNT2 WH NA NIV SBL
  19. Footnote * ⸂ ὁ εἷς RP f 35 TR ¦ εἷς TNT2 WH NA NIV11 SBL ¦ εἷς ἐξ αὐτῶν NIV73
  20. Footnote * ⸂2 ᾧ ὄνομα RP f 35 TR ¦ ὀνόματι TNT2 WH NA NIV SBL
  21. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐν TR
  22. Footnote * ⸂ ὃς RP TR TNT2 WH NA NIV SBL ¦ ὡς f 35
  23. Footnote * ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL
  24. Footnote * ⸋ σήμερον RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  25. Footnote * ⸋ καὶ RP f 35 TR NA NIV SBL ¦ – TNT2 WH
  26. Footnote * ⸂ διηρμήνευεν RP f 35 TR ¦ διερμήνευσεν TNT2 WH NA27+28 NIV SBL ¦ διηρμήνευσεν NA25
  27. Footnote * ⸂2 ἑαυτοῦ RP f 35 TR WH NA NIV SBL ¦ αὐτοῦ TNT2
  28. Footnote * ⸂ προσεποιεῖτο RP f 35 TR ¦ προσεποιήσατο TNT2 WH NA NIV SBL
  29. Footnote * ⸂2 πορρωτέρω RP f 35 TR ¦ πορρώτερον TNT2 WH NA NIV SBL
  30. Footnote * ⸆ – RP f 35 TR ¦ ἤδη TNT2 WH NA NIV SBL
  31. Footnote * ⸋ ἐν ἡμῖν RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH
  32. Footnote * ⸋2 καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  33. Footnote * ⸂ συνηθροισμένους RP f 35 TR ¦ ἠθροισμένους TNT2 WH NA NIV SBL
  34. Footnote * ⸉ Ἠγέρθη ὁ κύριος ὄντως RP f 35 TR ¦ Ὄντως ἠγέρθη ὁ κύριος TNT2 WH NA NIV SBL
  35. Footnote * ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ καὶ f 35
  36. Footnote * ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  37. Footnote * ⸋2 καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν. RP f 35 TR TNT2 ⟦WH⟧ NA27+28 NIV ¦ – NA25 SBL
  38. Footnote * ⸂ ταῖς καρδίαις RP f 35 TR ¦ τῇ καρδίᾳ TNT2 WH NA NIV SBL
  39. Footnote * ⸉ αὐτὸς ἐγώ εἰμι RP f 35 TR ¦ ἐγώ εἰμι αὐτός TNT2 WH NA NIV SBL
  40. Footnote * ⸋ Καὶ τοῦτο … τοὺς πόδας. RP f 35 TR TNT2 ⟦WH⟧ NA27+28 NIV SBL ¦ – NA25
  41. Footnote * ⸂ ἐπέδειξεν RP f 35 TR ¦ ἔδειξεν TNT2 ⟦WH⟧ NA27+28 NIV SBL
  42. Footnote * ⸋ καὶ ἀπὸ μελισσ(ε)ίου κηρίου RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  43. Footnote * ⸂ αὐτοῖς RP f 35 TR ¦ πρὸς αὐτούς TNT2 WH NA NIV SBL
  44. Footnote * ⸆ – RP f 35 TR ¦ μου TNT2 WH NA NIV SBL
  45. Footnote * ⸂2 ἐν τῷ νόμῳ … καὶ προφήταις καὶ ψαλμοῖς RP f 35 TR SBL ¦ ἐν τῷ νόμῳ … καὶ τοῖς προφήταις καὶ ψαλμοῖς TNT2 WH NA NIV
  46. Footnote * ⸋ καὶ οὕτως ἔδει RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  47. Footnote * ⸂ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν RP f 35 TR TNT2 NIV73 SBL ¦ μετάνοιαν εἰς ἄφεσιν ἁμαρτιῶν WH NA NIV11
  48. Footnote * ⸂2 ἀρξάμενον RP f 35 TR ¦ ἀρξάμενοι TNT2 WH NA NIV SBL
  49. Footnote * ⸋ δέ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  50. Footnote * ⸋2 ἐστε RP f 35 TR TNT2 SBL ¦ – WH NA NIV
  51. Footnote * ⸋ ἰδού RP f 35 TR TNT2 WH NA NIV73 SBL ¦ – NIV11
  52. Footnote * ⸂ ἀποστέλλω RP f 35 TR NA27+28 NIV ¦ ἐξαποστέλλω TNT2 WH NA25 SBL
  53. Footnote * ⸋2 Ἱερουσαλήμ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  54. Footnote * ⸉ δύναμιν ἐξ ὕψους RP f 35 TR ¦ ἐξ ὕψους δύναμιν TNT2 WH NA NIV SBL
  55. Footnote * ⸋ ἔξω RP f 35 TR NA27+28 ¦ – TNT2 WH NA25 NIV SBL
  56. Footnote * ⸂ εἰς RP f 35 TR ¦ πρὸς TNT2 WH NA NIV SBL
  57. Footnote * ⸋ καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν RP f 35 TR TNT2 ⟦WH⟧ NA27+28 NIV ⟦SBL⟧ ¦ – NA25
  58. Footnote * ⸋ προσκυνήσαντες αὐτόν RP f 35 TR TNT2 ⟦WH⟧ NA27+28 NIV ⟦SBL⟧ ¦ – NA25
  59. Footnote * ⸋ αἰνοῦντες καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  60. Footnote * ⸋2 Ἀμήν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.