Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΛΟΥΚΑΝ 22

Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων, ἡ λεγομένη Πάσχα. Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν· ἐφοβοῦντο γὰρ τὸν λαόν.

Εἰσῆλθεν δὲ 1⸆ Σατανᾶς εἰς Ἰούδαν τὸν 2⸂ἐπικαλούμενον⸃ Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα. Καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ 3⸆ στρατηγοῖς τὸ πῶς 4⸉αὐτὸν παραδῷ αὐτοῖς.⸊ Καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ 5⸂ἀργύριον⸃ δοῦναι. Καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν 6⸉αὐτοῖς ἄτερ ὄχλου.⸊

Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, 7⸋ἐν⸌ ᾗ ἔδει θύεσθαι τὸ Πάσχα. Καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην, εἰπών, Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ Πάσχα, ἵνα φάγωμεν. Οἱ δὲ εἶπον αὐτῷ, Ποῦ θέλεις 8⸂ἑτοιμάσομεν;⸃ Ὁ δὲ εἶπεν αὐτοῖς, Ἰδού, εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν, συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν 9⸂οὗ⸃ εἰσπορεύεται. Καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας, Λέγει σοι ὁ διδάσκαλος, Ποῦ ἐστιν τὸ κατάλυμα, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; Κἀκεῖνος ὑμῖν δείξει ἀνὼγεον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. Ἀπελθόντες δὲ εὗρον καθὼς 10⸂εἴρηκεν⸃ αὐτοῖς· καὶ ἡτοίμασαν τὸ Πάσχα.

Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν, καὶ οἱ 11⸋δώδεκα⸌ ἀπόστολοι σὺν αὐτῷ. Καὶ εἶπεν πρὸς αὐτούς, Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾽ ὑμῶν πρὸ τοῦ με παθεῖν· λέγω γὰρ ὑμῖν ὅτι 12⸋οὐκέτι⸌ οὐ μὴ φάγω 13⸂ἐξ αὐτοῦ,⸃ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. Καὶ δεξάμενος ποτήριον, εὐχαριστήσας εἶπεν, Λάβετε τοῦτο, καὶ διαμερίσατε 14⸂ἑαυτοῖς·⸃ λέγω γὰρ ὑμῖν 15⸋ὅτι⸌ οὐ μὴ πίω 16⸆ ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου, ἕως 17⸂ὅτου⸃ ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ. Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας ἔκλασεν, καὶ ἔδωκεν αὐτοῖς, λέγων, Τοῦτό ἐστιν τὸ σῶμά μου, 18⸋τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 19⸉Ὡσαύτως καὶ τὸ ποτήριον⸊ μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον.⸌ Πλὴν ἰδού, ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾽ ἐμοῦ ἐπὶ τῆς τραπέζης. 20⸂Καὶ ὁ μὲν υἱὸς⸃ τοῦ ἀνθρώπου 21⸉πορεύεται κατὰ τὸ ὡρισμένον·⸊ πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ παραδίδοται. Καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.

Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. Ὁ δὲ εἶπεν αὐτοῖς, Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. Ὑμεῖς δὲ οὐχ οὕτως· ἀλλ᾽ ὁ μείζων ἐν ὑμῖν 22⸂γενέσθω⸃ ὡς ὁ νεώτερος· καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. Τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; 23⸂Οὐχὶ⸃ ὁ ἀνακείμενος; Ἐγὼ δέ 24⸉εἰμι ἐν μέσῳ ὑμῶν⸊ ὡς ὁ διακονῶν. Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾽ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ μου, βασιλείαν, ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου 25⸆ καὶ καθίσεσθε ἐπὶ θρόνων, 26⸉κρίνοντες τὰς δώδεκα φυλὰς⸊ τοῦ Ἰσραήλ. 27⸋Εἶπεν δὲ ὁ κύριος,⸌ Σίμων, Σίμων, ἰδού, ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς, τοῦ σινιάσαι ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου. Ὁ δὲ εἶπεν αὐτῷ, Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. Ὁ δὲ εἶπεν, Λέγω σοι, Πέτρε, οὐ 28⸋μὴ⸌ 29⸂φωνήσῃ⸃ σήμερον ἀλέκτωρ, 30⸂2πρὶν ἢ⸃ τρὶς 31⸂3ἀπαρνήσῃ μὴ εἰδέναι με.⸃

Καὶ εἶπεν αὐτοῖς, Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; Οἱ δὲ εἶπον, Οὐθενός. Εἶπεν 32⸂οὖν⸃ αὐτοῖς, Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον ἀράτω, ὁμοίως καὶ πήραν· καὶ ὁ μὴ ἔχων, 33⸂2πωλήσει⸃ τὸ ἱμάτιον αὐτοῦ, καὶ 34⸂3ἀγοράσει⸃ μάχαιραν. Λέγω γὰρ ὑμῖν ὅτι 35⸋ἔτι⸌ τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ 36⸂τὰ⸃ περὶ ἐμοῦ τέλος ἔχει. Οἱ δὲ εἶπον, Κύριε, ἰδού, μάχαιραι ὧδε δύο. Ὁ δὲ εἶπεν αὐτοῖς, Ἱκανόν ἐστιν.

Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ 37⸋αὐτοῦ.⸌ Γενόμενος δὲ ἐπὶ τοῦ τόπου, εἶπεν αὐτοῖς, Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾽ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο, λέγων, Πάτερ, εἰ βούλει, 38⸂παρενεγκεῖν⸃ 39⸉τὸ ποτήριον τοῦτο⸊ ἀπ᾽ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν 40⸂2γενέσθω.⸃ 41⸋Ὤφθη δὲ αὐτῷ ἄγγελος 42⸂ἀπ᾽⸃ οὐρανοῦ ἐνισχύων αὐτόν. Καὶ γενόμενος ἐν ἀγωνίᾳ, ἐκτενέστερον προσηύχετο. 43⸂Ἐγένετο δὲ⸃ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.⸌ Καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν 44⸉αὐτοὺς κοιμωμένους⸊ ἀπὸ τῆς λύπης, καὶ εἶπεν αὐτοῖς, Τί καθεύδετε; Ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.

Ἔτι 45⸋δὲ⸌ αὐτοῦ λαλοῦντος, ἰδού, ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, προήρχετο 46⸂αὐτούς,⸃ καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν. 47⸆ 48⸂Ὁ δὲ Ἰησοῦς⸃ εἶπεν αὐτῷ, Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; Ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπον 49⸋αὐτῷ,⸌ Κύριε, εἰ πατάξομεν ἐν μαχαίρᾳ; Καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν 50⸉τὸν δοῦλον τοῦ ἀρχιερέως,⸊ καὶ ἀφεῖλεν 51⸉2αὐτοῦ τὸ οὖς⸊ τὸ δεξιόν. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ἐᾶτε ἕως τούτου. Καὶ ἁψάμενος τοῦ ὠτίου 52⸋αὐτοῦ,⸌ ἰάσατο αὐτόν. Εἶπεν δὲ 53⸋ὁ⸌ Ἰησοῦς πρὸς τοὺς παραγενομένους 54⸂ἐπ᾽⸃ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους, Ὡς ἐπὶ λῃστὴν 55⸂2ἐξεληλύθατε⸃ μετὰ μαχαιρῶν καὶ ξύλων; Καθ᾽ ἡμέραν ὄντος μου μεθ᾽ ὑμῶν ἐν τῷ ἱερῷ, οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾽ ἐμέ. Ἀλλ᾽ αὕτη 56⸉ὑμῶν ἐστιν⸊ ἡ ὥρα, καὶ ἡ ἐξουσία τοῦ σκότους.

Συλλαβόντες δὲ αὐτὸν ἤγαγον, καὶ εἰσήγαγον 57⸋αὐτὸν⸌ εἰς 58⸂τὸν οἶκον⸃ τοῦ ἀρχιερέως. Ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. 59⸂Ἁψάντων⸃ δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς, καὶ συγκαθισάντων 60⸋αὐτῶν,⸌ ἐκάθητο ὁ Πέτρος 61⸂2ἐν μέσῳ⸃ αὐτῶν. Ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς, καὶ ἀτενίσασα αὐτῷ, εἶπεν, Καὶ οὗτος σὺν αὐτῷ ἦν. Ὁ δὲ ἠρνήσατο 62⸋αὐτόν,⸌ λέγων, 63⸉Γύναι, οὐκ οἶδα αὐτόν.⸊ Καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη, Καὶ σὺ ἐξ αὐτῶν εἶ. Ὁ δὲ Πέτρος 64⸂εἶπεν,⸃ Ἄνθρωπε, οὐκ εἰμί. Καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς, ἄλλος τις διϊσχυρίζετο, λέγων, Ἐπ᾽ ἀληθείας καὶ οὗτος μετ᾽ αὐτοῦ ἦν· καὶ γὰρ Γαλιλαῖός ἐστιν. Εἶπεν δὲ ὁ Πέτρος, Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. Καὶ παραχρῆμα, ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησεν 65⸆ ἀλέκτωρ. Καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ. Καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ 66⸂λόγου⸃ τοῦ κυρίου, ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, 67⸆ ἀπαρνήσῃ με τρίς. Καὶ ἐξελθὼν ἔξω 68⸋ὁ Πέτρος⸌ ἔκλαυσεν πικρῶς.

Καὶ οἱ ἄνδρες οἱ συνέχοντες 69⸂τὸν Ἰησοῦν⸃ ἐνέπαιζον αὐτῷ, δέροντες. Καὶ περικαλύψαντες αὐτόν, 70⸋ἔτυπτον αὐτοῦ τὸ πρόσωπον, καὶ⸌ ἐπηρώτων 71⸋2αὐτόν,⸌ λέγοντες, Προφήτευσον· τίς ἐστιν ὁ παίσας σε; Καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.

Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς 72⸆ καὶ γραμματεῖς, καὶ 73⸂ἀνήγαγον⸃ αὐτὸν εἰς τὸ συνέδριον 74⸂2αὐτῶν,⸃ λέγοντες, Εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν. Εἶπεν δὲ αὐτοῖς, Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε· ἐὰν δὲ 75⸋καὶ⸌ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτέ 76⸋2μοι,⸌ 77⸋3ἢ ἀπολύσητε.⸌ Ἀπὸ τοῦ νῦν 78⸆ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ. Εἶπον δὲ πάντες, Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ; Ὁ δὲ πρὸς αὐτοὺς ἔφη, Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. Οἱ δὲ εἶπον, Τί ἔτι 79⸉χρείαν ἔχομεν μαρτυρίας;⸊ Αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.

Source notes (79)
  1. Footnote * ⸆ – RP TNT2 WH NA NIV SBL ¦ ὁ f 35 TR
  2. Footnote * ⸂ ἐπικαλούμενον RP f 35 TR ¦ καλούμενον TNT2 WH NA NIV SBL
  3. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῖς TR
  4. Footnote * ⸉ αὐτὸν παραδῷ αὐτοῖς RP f 35 TR ¦ αὐτοῖς παραδῷ αὐτόν TNT2 WH NA NIV SBL
  5. Footnote * ⸂ ἀργύριον RP TR TNT2 WH NA NIV SBL ¦ ἀργύρια f 35
  6. Footnote * ⸉ αὐτοῖς ἄτερ ὄχλου RP f 35 TR ¦ ἄτερ ὄχλου αὐτοῖς TNT2 WH NA NIV SBL
  7. Footnote * ⸋ ἐν RP f 35 TR NA27+28 ¦ – TNT2 WH NA25 NIV SBL
  8. Footnote * ⸂ ἑτοιμάσομεν RP f 35 ¦ ἑτοιμάσωμεν TR TNT2 WH NA NIV SBL
  9. Footnote * ⸂ οὗ RP f 35 TR ¦ εἰς ἣν TNT2 WH NA NIV SBL
  10. Footnote * ⸂ εἴρηκεν RP f 35 TR ¦ εἰρήκει TNT2 WH NA NIV SBL
  11. Footnote * ⸋ δώδεκα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  12. Footnote * ⸋ οὐκέτι RP f 35 TR TNT2 NA25 ¦ – WH NA27+28 NIV SBL
  13. Footnote * ⸂ ἐξ αὐτοῦ RP f 35 TR ¦ αὐτὸ TNT2 WH NA NIV SBL
  14. Footnote * ⸂ ἑαυτοῖς RP f 35 TR ¦ εἰς ἑαυτούς TNT2 WH NA NIV SBL
  15. Footnote * ⸋ ὅτι RP f 35 TR NA27+28 ¦ – TNT2 WH NA25 NIV SBL
  16. Footnote * ⸆ – RP f 35 TR ¦ ἀπὸ τοῦ νῦν TNT2 WH NA NIV SBL
  17. Footnote * ⸂ ὅτου RP f 35 TR ¦ οὗ TNT2 WH NA NIV SBL
  18. Footnote * ⸋ τὸ ὑπὲρ ὑμῶν … ἐκχυνόμενον RP f 35 TR TNT2 ⟦WH⟧ NA NIV SBL
  19. Footnote * ⸉ Ὡσαύτως καὶ τὸ ποτήριον RP f 35 TR ¦ Καὶ τὸ ποτήριον ὡσαύτως TNT2 ⟦WH⟧ NA NIV SBL
  20. Footnote * ⸂ Καὶ ὁ μὲν υἱὸς RP f 35 TR ¦ Ὅτι ὁ υἱὸς μὲν TNT2 WH NA NIV SBL
  21. Footnote * ⸉ πορεύεται κατὰ τὸ ὡρισμένον RP f 35 TR ¦ κατὰ τὸ ὡρισμένον πορεύεται TNT2 WH NA NIV SBL
  22. Footnote * ⸂ γενέσθω RP f 35 TR ¦ γινέσθω TNT2 WH NA NIV SBL
  23. Footnote * ⸂ Οὐχὶ RP TR TNT2 WH NA NIV SBL ¦ Οὐχ f 35
  24. Footnote * ⸉ εἰμι ἐν μέσῳ ὑμῶν RP f 35 TR ¦ ἐν μέσῳ ὑμῶν εἰμι TNT2 WH NA NIV SBL
  25. Footnote * ⸆ – RP ¦ ἐν τῇ βασιλείᾳ μου f 35 TR TNT2 WH NA NIV SBL
  26. Footnote * ⸉ κρίνοντες τὰς δώδεκα φυλὰς RP f 35 TR TNT2 ¦ τὰς δώδεκα φυλὰς κρίνοντες WH NA NIV SBL
  27. Footnote * ⸋ Εἶπε(ν) δὲ ὁ κύριος RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  28. Footnote * ⸋ μὴ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  29. Footnote * ⸂ φωνήσῃ RP f 35 ¦ φωνήσει TR TNT2 WH NA NIV SBL
  30. Footnote * ⸂2 πρὶν ἢ RP f 35 TR ¦ ἕως TNT2 WH NA NIV SBL
  31. Footnote * ⸂3 ἀπαρνήσῃ μὴ εἰδέναι με RP f 35 TR ¦ με ἀπαρνήσῃ εἰδέναι TNT2 WH NA27+28 NIV SBL ¦ με ἀπαρνήσῃ μὴ εἰδέναι NA25
  32. Footnote * ⸂ οὖν RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL
  33. Footnote * ⸂2 πωλήσει RP f 35 ¦ πωλησάτω TR TNT2 WH NA NIV SBL
  34. Footnote * ⸂3 ἀγοράσει RP f 35 ¦ ἀγορασάτω TR TNT2 WH NA NIV SBL
  35. Footnote * ⸋ ἔτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  36. Footnote * ⸂ τὰ RP f 35 TR ¦ τὸ TNT2 WH NA NIV SBL
  37. Footnote * ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  38. Footnote * ⸂ παρενεγκεῖν RP f 35 TR ¦ παρένεγκε TNT2 WH NA NIV SBL
  39. Footnote * ⸉ τὸ ποτήριον τοῦτο RP f 35 TR ¦ τοῦτο τὸ ποτήριον TNT2 WH NA NIV SBL
  40. Footnote * ⸂2 γενέσθω RP f 35 TR ¦ γινέσθω TNT2 WH NA NIV SBL
  41. Footnote * ⸋ Ὤφθη δὲ … ἐπὶ τὴν γῆν. RP f 35 TR TNT2 ⟦WH⟧ ⟦NA⟧ ⟦NIV73⟧ NIV11 SBL
  42. Footnote * ⸂ ἀπ᾽ RP f 35 TR ⟦NA⟧ ⟦NIV73⟧ NIV11 SBL ¦ ἀπὸ τοῦ TNT2 ⟦WH⟧
  43. Footnote * ⸂ Ἐγένετο δὲ RP f 35 TR TNT2 ¦ Καὶ ἐγένετο ⟦WH⟧ ⟦NA⟧ ⟦NIV73⟧ NIV11 SBL
  44. Footnote * ⸉ αὐτοὺς κοιμωμένους RP f 35 TR ¦ κοιμωμένους αὐτοὺς TNT2 WH NA NIV SBL
  45. Footnote * ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  46. Footnote * ⸂ αὐτούς RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτῶν TR
  47. Footnote * ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ τοῦτο γὰρ σημεῖον δεδώκει αὐτοῖς, Ὃν ἂν φιλήσω, αὐτός ἐστιν. f 35
  48. Footnote * ⸂ Ὁ δὲ Ἰησοῦς RP f 35 TR ¦ Ἰησοῦς δὲ TNT2 WH NA NIV SBL
  49. Footnote * ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  50. Footnote * ⸉ τὸν δοῦλον τοῦ ἀρχιερέως RP f 35 TR ¦ τοῦ ἀρχιερέως τὸν δοῦλον TNT2 WH NA NIV SBL
  51. Footnote * ⸉2 αὐτοῦ τὸ οὖς RP f 35 TR ¦ τὸ οὖς αὐτοῦ TNT2 WH NA NIV SBL
  52. Footnote * ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  53. Footnote * ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  54. Footnote * ⸂ ἐπ᾽ RP TR TNT2 WH NA NIV SBL ¦ πρὸς f 35
  55. Footnote * ⸂2 ἐξεληλύθατε RP f 35 TR ¦ ἐξήλθατε TNT2 WH NA NIV SBL
  56. Footnote * ⸉ ὑμῶν ἐστιν RP f 35 TR ¦ ἐστιν ὑμῶν TNT2 WH NA NIV SBL
  57. Footnote * ⸋ αὐτὸν RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL
  58. Footnote * ⸂ τὸν οἶκον RP f 35 TR ¦ τὴν οἰκίαν TNT2 WH NA NIV SBL
  59. Footnote * ⸂ Ἁψάντων RP f 35 TR ¦ Περιαψάντων TNT2 WH NA NIV SBL
  60. Footnote * ⸋ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  61. Footnote * ⸂2 ἐν μέσῳ RP f 35 TR ¦ μέσος TNT2 WH NA NIV SBL
  62. Footnote * ⸋ αὐτόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  63. Footnote * ⸉ Γύναι, οὐκ οἶδα αὐτόν. RP f 35 TR ¦ Οὐκ οἶδα αὐτόν, γύναι. TNT2 WH NA NIV SBL
  64. Footnote * ⸂ εἶπεν RP f 35 TR ¦ ἔφη TNT2 WH NA NIV SBL
  65. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR
  66. Footnote * ⸂ λόγου RP f 35 TR TNT2 NA25 SBL ¦ ῥήματος WH NA27+28 NIV
  67. Footnote * ⸆ – RP f 35 TR ¦ σήμερον TNT2 WH NA NIV SBL
  68. Footnote * ⸋ ὁ Πέτρος RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL
  69. Footnote * ⸂ τὸν Ἰησοῦν RP f 35 TR ¦ αὐτὸν TNT2 WH NA NIV SBL
  70. Footnote * ⸋ ἔτυπτον αὐτοῦ τὸ πρόσωπον, καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  71. Footnote * ⸋2 αὐτόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  72. Footnote * ⸆ – RP ¦ τε f 35 TR TNT2 WH NA NIV SBL
  73. Footnote * ⸂ ἀνήγαγον RP TR ¦ ἀπήγαγον f 35 TNT2 WH NA NIV SBL
  74. Footnote * ⸂2 αὐτῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἑαυτῶν TR
  75. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  76. Footnote * ⸋2 μοι RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  77. Footnote * ⸋3 ἢ ἀπολύσητε RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  78. Footnote * ⸆ – RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL
  79. Footnote * ⸉ χρείαν ἔχομεν μαρτυρίας RP f 35 TR ¦ ἔχομεν μαρτυρίας χρείαν TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.