Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΛΟΥΚΑΝ 12

Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον, Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης 1⸉τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.⸊ Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστίν, ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτόν, ὃ οὐ γνωσθήσεται. Ἀνθ᾽ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται· καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων. Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. Ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι 2⸉ἐξουσίαν ἔχοντα⸊ ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. Οὐχὶ πέντε στρουθία 3⸂πωλεῖται⸃ ἀσσαρίων δύο; Καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ. Ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. Μὴ 4⸋οὖν⸌ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε. Λέγω δὲ ὑμῖν, Πᾶς ὃς ἂν 5⸂ὁμολογήσῃ⸃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. Ὅταν δὲ 6⸂προσφέρωσιν⸃ ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ 7⸂2μεριμνᾶτε⸃ 8⸂3πῶς ἢ τί ἀπολογήσησθε, ἢ τί εἴπητε·⸃ τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ, ἃ δεῖ εἰπεῖν.

Εἶπεν δέ τις 9⸉αὐτῷ ἐκ τοῦ ὄχλου,⸊ Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ᾽ ἐμοῦ τὴν κληρονομίαν. Ὁ δὲ εἶπεν αὐτῷ, Ἄνθρωπε, τίς με κατέστησεν 10⸂δικαστὴν⸃ ἢ μεριστὴν ἐφ᾽ ὑμᾶς; Εἶπεν δὲ πρὸς αὐτούς, Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ 11⸂τῆς⸃ πλεονεξίας· ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ 12⸂2ἡ ζωὴ αὐτῷ ἐστὶν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ.⸃ Εἶπεν δὲ παραβολὴν πρὸς αὐτούς, λέγων, Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· καὶ διελογίζετο ἐν 13⸂ἑαυτῷ⸃ λέγων, Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; Καὶ εἶπεν, Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα 14⸂τὰ γενήματά μου⸃ καὶ τὰ ἀγαθά μου. Καὶ ἐρῶ τῇ ψυχῇ μου, Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. Εἶπεν δὲ αὐτῷ ὁ θεός, 15⸂Ἄφρον,⸃ ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου 16⸂2ἀπαιτοῦσιν⸃ ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; Οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς θεὸν πλουτῶν.

Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, Διὰ τοῦτο 17⸉ὑμῖν λέγω,⸊ μὴ μεριμνᾶτε 18⸂τῇ ψυχῇ ὑμῶν, τί φάγητε· μηδὲ τῷ σώματι,⸃ τί 19⸂2ἐνδύσησθε.⸃ Ἡ 20⸆ ψυχὴ 21⸂πλεῖόν⸃ ἐστιν τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος. Κατανοήσατε τοὺς κόρακας, ὅτι 22⸂οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν,⸃ οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν; Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται 23⸉προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ⸊ πῆχυν 24⸋ἕνα;⸌ Εἰ οὖν 25⸂οὔτε⸃ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; Κατανοήσατε τὰ κρίνα 26⸂πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει·⸃ λέγω 27⸋δὲ⸌ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. Εἰ δὲ 28⸂τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντα,⸃ καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ θεὸς οὕτως 29⸂2ἀμφιέννυσιν,⸃ πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε, 30⸂ἢ⸃ τί πίητε· καὶ μὴ μετεωρίζεσθε. Ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου 31⸂ἐπιζητεῖ·⸃ ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων. Πλὴν ζητεῖτε τὴν βασιλείαν 32⸂τοῦ θεοῦ,⸃ καὶ ταῦτα 33⸋πάντα⸌ προστεθήσεται ὑμῖν. Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει, οὐδὲ σὴς διαφθείρει· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.

Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι· καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε 34⸂ἀναλύσῃ⸃ ἐκ τῶν γάμων, ἵνα, ἐλθόντος καὶ κρούσαντος, εὐθέως ἀνοίξωσιν αὐτῷ. Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. 35⸂Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ,⸃ καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν 36⸂2οἱ δοῦλοι ἐκεῖνοι.⸃ Τοῦτο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, 37⸋ἐγρηγόρησεν ἄν, καὶ⸌ 38⸂οὐκ ἂν ἀφῆκεν⸃ διορυγῆναι τὸν οἶκον αὐτοῦ. Καὶ ὑμεῖς 39⸋οὖν⸌ γίνεσθε ἕτοιμοι· ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Εἶπεν δὲ 40⸋αὐτῷ⸌ ὁ Πέτρος, Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις, ἢ καὶ πρὸς πάντας; 41⸂Εἶπεν δὲ⸃ ὁ κύριος, Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος 42⸋καὶ⸌ 43⸆ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ 44⸋2τὸ⸌ σιτομέτριον; Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. Ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι· ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει· καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. Ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου 45⸂ἑαυτοῦ,⸃ καὶ μὴ ἑτοιμάσας 46⸂2μηδὲ⸃ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς· ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. Παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾽ αὐτοῦ· καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.

Πῦρ ἦλθον βαλεῖν 47⸂εἰς⸃ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως 48⸂οὗ⸃ τελεσθῇ. Δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; Οὐχί, λέγω ὑμῖν, ἀλλ᾽ ἢ διαμερισμόν. Ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν 49⸉οἴκῳ ἑνὶ⸊ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσίν, καὶ δύο ἐπὶ τρισίν. 50⸂Διαμερισθήσεται⸃ πατὴρ ἐπὶ υἱῷ, καὶ υἱὸς ἐπὶ πατρί· 51⸂2μήτηρ ἐπὶ θυγατρί, καὶ θυγάτηρ ἐπὶ μητρί·⸃ 52⸂3πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς, καὶ νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς.⸃ Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις, Ὅταν ἴδητε 53⸋τὴν⸌ νεφέλην ἀνατέλλουσαν 54⸂ἀπὸ⸃ δυσμῶν, εὐθέως λέγετε, 55⸆ Ὄμβρος ἔρχεται· καὶ γίνεται οὕτως. Καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται· καὶ γίνεται. Ὑποκριταί, τὸ πρόσωπον 56⸉τῆς γῆς καὶ τοῦ οὐρανοῦ⸊ οἴδατε δοκιμάζειν· τὸν 57⸉2δὲ καιρὸν⸊ τοῦτον πῶς 58⸂οὐ δοκιμάζετε;⸃ Τί δὲ καὶ ἀφ᾽ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾽ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾽ αὐτοῦ· μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε 59⸂παραδῷ⸃ τῷ πράκτορι, καὶ ὁ πράκτωρ 60⸂2σε βάλῃ⸃ εἰς φυλακήν. Λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως 61⸋οὗ⸌ καὶ 62⸂τὸν⸃ ἔσχατον λεπτὸν ἀποδῷς.

Source notes (62)
  1. Footnote * ⸉ τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις RP f 35 TR TNT2 ¦ ἥτις ἐστὶν ὑπόκρισις τῶν Φαρισαίων WH NA NIV SBL
  2. Footnote * ⸉ ἐξουσίαν ἔχοντα RP f 35 TR ¦ ἔχοντα ἐξουσίαν TNT2 WH NA NIV SBL
  3. Footnote * ⸂ πωλεῖται RP f 35 TR ¦ πωλοῦνται TNT2 WH NA NIV SBL
  4. Footnote * ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  5. Footnote * ⸂ ὁμολογήσῃ RP f 35 TR TNT2 NA NIV SBL ¦ ὁμολογήσει WH
  6. Footnote * ⸂ προσφέρωσιν RP f 35 TR ¦ εἰσφέρωσιν TNT2 WH NA NIV SBL
  7. Footnote * ⸂2 μεριμνᾶτε RP f 35 TR ¦ μεριμνήσητε TNT2 WH NA NIV SBL
  8. Footnote * ⸂3 πῶς ἢ τί ἀπολογήσησθε, ἢ τί εἴπητε RP TR TNT2 WH NA NIV11 SBL ¦ πῶς ἢ τί ἀπολογήσεσθε, ἢ τί εἴπητε f 35 ¦ πῶς ἀπολογήσησθε, ἢ τί εἴπητε NIV73
  9. Footnote * ⸉ αὐτῷ ἐκ τοῦ ὄχλου RP f 35 TR TNT2 ¦ ἐκ τοῦ ὄχλου αὐτῷ WH NA NIV SBL
  10. Footnote * ⸂ δικαστὴν RP f 35 TR ¦ κριτὴν TNT2 WH NA NIV SBL
  11. Footnote * ⸂ τῆς RP f 35 TR ¦ πάσης TNT2 WH NA NIV SBL
  12. Footnote * ⸂2 ἡ ζωὴ αὐτῷ … τῶν ὑπαρχόντων αὐτοῦ RP ¦ ἡ ζωὴ αὐτοῦ … τῶν ὑπαρχόντων αὐτοῦ f 35 TR ¦ ἡ ζωὴ αὐτοῦ … τῶν ὑπαρχόντων αὐτῷ TNT2 WH NA NIV SBL
  13. Footnote * ⸂ ἑαυτῷ RP f 35 TR TNT2 NA NIV SBL ¦ αὑτῷ WH
  14. Footnote * ⸂ τὰ γενήματά μου RP f 35 TR ¦ τὸν σῖτον TNT2 WH NA NIV SBL
  15. Footnote * ⸂ Ἄφρον RP f 35 ¦ Ἄφρων TR TNT2 WH NA NIV SBL
  16. Footnote * ⸂2 ἀπαιτοῦσιν RP f 35 TR NA NIV SBL ¦ αἰτοῦσιν TNT2 WH
  17. Footnote * ⸉ ὑμῖν λέγω RP TR ¦ λέγω ὑμῖν f 35 TNT2 WH NA NIV SBL
  18. Footnote * ⸂ τῇ ψυχῇ ὑμῶν … τῷ σώματι RP f 35 TR ¦ τῇ ψυχῇ … τῷ σώματι TNT2 NA27+28 NIV SBL ¦ τῇ ψυχῇ … τῷ σώματι ὑμῶν WH NA25
  19. Footnote * ⸂2 ἐνδύσησθε RP TR TNT2 WH NA NIV SBL ¦ ἐνδύσεσθε f 35
  20. Footnote * ⸆ – RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL
  21. Footnote * ⸂ πλεῖόν RP TR TNT2 WH NA NIV SBL ¦ πλείων f 35
  22. Footnote * ⸂ οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ οὔτε σπείρουσιν οὔτε θερίζουσιν NA25
  23. Footnote * ⸉ προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ RP f 35 TR TNT2 ¦ ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι WH NA NIV SBL
  24. Footnote * ⸋ ἕνα RP f 35 TR TNT2 NIV73 ¦ – WH NA NIV11 SBL
  25. Footnote * ⸂ οὔτε RP f 35 TR ¦ οὐδὲ TNT2 WH NA NIV SBL
  26. Footnote * ⸂ πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ πῶς οὔτε νήθει οὔτε ὑφαίνει NA25
  27. Footnote * ⸋ δὲ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
  28. Footnote * ⸂ τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντα RP f 35 TR ¦ τὸν χόρτον σήμερον ἐν τῷ ἀγρῷ ὄντα TNT2 ¦ ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον WH NA NIV SBL
  29. Footnote * ⸂2 ἀμφιέννυσιν RP f 35 ¦ ἀμφιέννυσι TR ¦ ἀμφιέζει TNT2 NA NIV SBL ¦ ἀμφιάζει WH
  30. Footnote * ⸂ ἢ RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL
  31. Footnote * ⸂ ἐπιζητεῖ RP f 35 TR ¦ ἐπιζητοῦσιν TNT2 WH NA NIV SBL
  32. Footnote * ⸂ τοῦ θεοῦ RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL
  33. Footnote * ⸋ πάντα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  34. Footnote * ⸂ ἀναλύσῃ RP TNT2 WH NA NIV SBL ¦ ἀναλύσει f 35 TR
  35. Footnote * ⸂ Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ RP f 35 TR ¦ Κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ TNT2 WH NA NIV SBL
  36. Footnote * ⸂2 οἱ δοῦλοι ἐκεῖνοι RP f 35 TR TNT2 ¦ ἐκεῖνοι WH NA NIV SBL
  37. Footnote * ⸋ ἐγρηγόρησεν ἄν καὶ RP f 35 TR TNT2 WH ¦ – NA NIV SBL
  38. Footnote * ⸂ οὐκ ἂν ἀφῆκεν RP f 35 TR NA NIV SBL ¦ οὐκ ἀφῆκεν TNT2 WH
  39. Footnote * ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  40. Footnote * ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  41. Footnote * ⸂ Εἶπεν δὲ RP f 35 ¦ Εἶπε δὲ TR ¦ Καὶ εἶπεν TNT2 WH NA NIV SBL
  42. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  43. Footnote * ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL
  44. Footnote * ⸋2 τὸ RP f 35 TR WH NA NIV SBL ¦ – TNT2
  45. Footnote * ⸂ ἑαυτοῦ RP TR ¦ αὐτοῦ f 35 TNT2 WH NA NIV SBL
  46. Footnote * ⸂2 μηδὲ RP f 35 TR TNT2 ¦ ἢ WH NA NIV SBL
  47. Footnote * ⸂ εἰς RP f 35 TR ¦ ἐπὶ TNT2 WH NA NIV SBL
  48. Footnote * ⸂ οὗ RP f 35 TR ¦ ὅτου TNT2 WH NA NIV SBL
  49. Footnote * ⸉ οἴκῳ ἑνὶ RP f 35 TR ¦ ἑνὶ οἴκῳ TNT2 WH NA NIV SBL
  50. Footnote * ⸂ Διαμερισθήσεται RP f 35 TR ¦ Διαμερισθήσονται TNT2 WH NA NIV SBL
  51. Footnote * ⸂2 μήτηρ ἐπὶ θυγατρί, καὶ θυγάτηρ ἐπὶ μητρί· RP f 35 TR ¦ μήτηρ ἐπὶ θυγατέρα, καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα· TNT2 WH SBL ¦ μήτηρ ἐπὶ θυγατέρα, καὶ θυγάτηρ ἐπὶ μητέρα· NA25 ¦ μήτηρ ἐπὶ τὴν θυγατέρα, καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα· NA27+28 NIV
  52. Footnote * ⸂3 πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς, καὶ νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς· RP f 35 TR ¦ πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς, καὶ νύμφη ἐπὶ τὴν πενθερὰν· TNT2 WH NA NIV SBL
  53. Footnote * ⸋ τὴν RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL
  54. Footnote * ⸂ ἀπὸ RP f 35 TR TNT2 ¦ ἐπὶ WH NA NIV SBL
  55. Footnote * ⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL
  56. Footnote * ⸉ τῆς γῆς καὶ τοῦ οὐρανοῦ RP TR TNT2 WH NA NIV SBL ¦ τοῦ οὐρανοῦ καὶ τῆς γῆς f 35
  57. Footnote * ⸉2 δὲ καιρὸν RP f 35 TR TNT2 SBL ¦ καιρὸν δὲ WH NA NIV
  58. Footnote * ⸂ οὐ δοκιμάζετε RP f 35 TR NA25 ¦ οὐκ οἴδατε δοκιμάζειν TNT2 WH NA27+28 NIV SBL
  59. Footnote * ⸂ παραδῷ RP f 35 TR ¦ παραδώσει TNT2 WH NA NIV SBL
  60. Footnote * ⸂2 σε βάλῃ RP ¦ βάλῃ σε f 35 ¦ σε βάλλῃ TR ¦ σε βαλεῖ TNT2 WH NA NIV SBL
  61. Footnote * ⸋ οὗ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  62. Footnote * ⸂ τὸν RP ¦ τὸ f 35 TR TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.