Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΙΩΑΝΝΗΝ 7

Καὶ 1⸉περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα⸊ ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ Σκηνοπηγία. Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου 2⸂θεωρήσωσιν⸃ 3⸂2τὰ ἔργα σου⸃ ἃ ποιεῖς. Οὐδεὶς γὰρ 4⸉ἐν κρυπτῷ τι⸊ ποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν 5⸋ταύτην·⸌ ἐγὼ 6⸂οὔπω⸃ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι 7⸂2ὁ καιρὸς ὁ ἐμὸς⸃ οὔπω πεπλήρωται. Ταῦτα 8⸋δὲ⸌ εἰπὼν 9⸂αὐτοῖς,⸃ ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.

Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, 10⸉τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν,⸊ οὐ φανερῶς, ἀλλ᾽ ὡς ἐν κρυπτῷ. Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ, καὶ ἔλεγον, Ποῦ ἐστιν ἐκεῖνος; Καὶ γογγυσμὸς 11⸉πολὺς περὶ αὐτοῦ ἦν⸊ ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν· ἄλλοι 12⸆ ἔλεγον, Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.

Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη 13⸋ὁ⸌ Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐδίδασκεν. 14⸂Καὶ ἐθαύμαζον⸃ οἱ Ἰουδαῖοι λέγοντες, Πῶς οὗτος γράμματα οἶδεν, μὴ μεμαθηκώς; Ἀπεκρίθη 15⸋οὖν⸌ αὐτοῖς 16⸋2ὁ⸌ Ἰησοῦς καὶ εἶπεν, Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με. Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ. Ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστιν, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. Οὐ Μωσῆς 17⸂δέδωκεν⸃ ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτεῖναι; Ἀπεκρίθη ὁ ὄχλος 18⸂καὶ εἶπεν,⸃ Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; Ἀπεκρίθη 19⸆ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε. Διὰ τοῦτο Μωσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν—οὐχ ὅτι ἐκ τοῦ Μωσέως ἐστίν, ἀλλ᾽ ἐκ τῶν πατέρων—καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. Εἰ περιτομὴν λαμβάνει 20⸆ ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; Μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν 21⸂κρίνατε.⸃

Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; Καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσιν. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν 22⸋ἀληθῶς⸌ ὁ χριστός; Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν. Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων, Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. Ἐγὼ 23⸆ οἶδα αὐτόν, ὅτι παρ᾽ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν. Ἐζήτουν οὖν αὐτὸν πιάσαι. Καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. 24⸉Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου⸊ ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον 25⸋ὅτι⸌ Ὁ χριστὸς ὅταν ἔλθῃ, 26⸂μήτι⸃ πλείονα σημεῖα 27⸋2τούτων⸌ ποιήσει ὧν οὗτος ἐποίησεν; Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα· καὶ ἀπέστειλαν 28⸉ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς⸊ ἵνα πιάσωσιν αὐτόν. Εἶπεν οὖν 29⸆ ὁ Ἰησοῦς, Ἔτι 30⸉μικρὸν χρόνον⸊ μεθ᾽ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. 31⸂Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε·⸃ καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς, Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς Ἕλληνας; Τίς ἐστιν 32⸉οὗτος ὁ λόγος⸊ ὃν εἶπεν, 33⸂Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε·⸃ καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;

Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν, λέγων, Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος 34⸂οὗ⸃ ἔμελλον λαμβάνειν οἱ 35⸂2πιστεύοντες⸃ εἰς αὐτόν· 36⸂3οὔπω γὰρ ἦν πνεῦμα ἅγιον,⸃ ὅτι 37⸆ Ἰησοῦς 38⸂4οὐδέπω⸃ ἐδοξάσθη. 39⸂Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου⸃ ἀκούσαντες 40⸂2τὸν λόγον⸃ ἔλεγον, 41⸆ Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης. 42⸂Ἄλλοι ἔλεγον, Οὗτός ἐστιν ὁ χριστός. Ἄλλοι ἔλεγον,⸃ Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται; 43⸂Οὐχὶ⸃ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυίδ, καὶ ἀπὸ Βηθλεέμ, τῆς κώμης ὅπου ἦν Δαυίδ, 44⸉ὁ χριστὸς ἔρχεται;⸊ Σχίσμα οὖν 45⸉ἐν τῷ ὄχλῳ ἐγένετο⸊ δι᾽ αὐτόν. Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾽ οὐδεὶς 46⸂ἐπέβαλεν⸃ ἐπ᾽ αὐτὸν τὰς χεῖρας.

Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους· καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, Διὰ τί οὐκ ἠγάγετε αὐτόν; Ἀπεκρίθησαν οἱ ὑπηρέται, 47⸂Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος.⸃ Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι, Μὴ καὶ ὑμεῖς πεπλάνησθε; Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν, ἢ ἐκ τῶν Φαρισαίων; Ἀλλ᾽ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον 48⸂ἐπικατάρατοί⸃ εἰσιν. Λέγει Νικόδημος πρὸς αὐτούς—ὁ ἐλθὼν 49⸋νυκτὸς⸌ πρὸς αὐτόν, 50⸆ εἷς ὢν ἐξ αὐτῶν— Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ 51⸂παρ᾽ αὐτοῦ πρότερον⸃ καὶ γνῷ τί ποιεῖ; Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; Ἐρεύνησον καὶ ἴδε ὅτι 52⸉προφήτης ἐκ τῆς Γαλιλαίας⸊ οὐκ 53⸂ἐγήγερται.⸃ Καὶ 54⸂ἀπῆλθεν⸃ ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ·

Source notes (54)
  1. Footnote * ⸉ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα RP f 35 TR ¦ μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς TNT2 WH NA NIV SBL
  2. Footnote * ⸂ θεωρήσωσιν RP f 35 ¦ θεωρήσωσι TR ¦ θεωρήσουσιν TNT2 WH NA NIV SBL
  3. Footnote * ⸂2 τὰ ἔργα σου RP TR NA25 ¦ τὰ ἔργα f 35 NIV73 ¦ σοῦ τὰ ἔργα TNT2 WH NA27+28 NIV11 SBL
  4. Footnote * ⸉ ἐν κρυπτῷ τι RP f 35 TR ¦ τι ἐν κρυπτῷ TNT2 WH NA NIV SBL
  5. Footnote * ⸋ ταύτην RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  6. Footnote * ⸂ οὔπω RP f 35 TR WH NIV73 ¦ οὐκ TNT2 NA NIV11 SBL
  7. Footnote * ⸂2 ὁ καιρὸς ὁ ἐμὸς RP f 35 TR ¦ ὁ ἐμὸς καιρὸς TNT2 WH NA NIV SBL
  8. Footnote * ⸋ δὲ RP f 35 TR WH NA NIV SBL ¦ – TNT2
  9. Footnote * ⸂ αὐτοῖς RP f 35 TR WH NA25 ¦ αὐτὸς TNT2 NA27+28 NIV SBL
  10. Footnote * ⸉ τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν RP f 35 TR ¦ εἰς τὴν ἑορτήν τότε καὶ αὐτὸς ἀνέβη TNT2 WH NA NIV SBL
  11. Footnote * ⸉ πολὺς περὶ αὐτοῦ ἦν RP f 35 TR ¦ περὶ αὐτοῦ ἦν πολὺς TNT2 WH NA NIV SBL
  12. Footnote * ⸆ – RP f 35 ¦ δὲ TR TNT2 WH NA NIV SBL
  13. Footnote * ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  14. Footnote * ⸂ Καὶ ἐθαύμαζον RP f 35 TR ¦ Ἐθαύμαζον οὖν TNT2 WH NA NIV SBL
  15. Footnote * ⸋ οὖν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
  16. Footnote * ⸋2 ὁ RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25
  17. Footnote * ⸂ δέδωκεν RP f 35 TR NA27+28 NIV SBL ¦ ἔδωκεν TNT2 WH NA25
  18. Footnote * ⸂ καὶ εἶπεν RP f 35 ¦ καὶ εἶπε TR ¦ – TNT2 WH NA NIV SBL
  19. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR
  20. Footnote * ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ὁ WH NA25
  21. Footnote * ⸂ κρίνατε RP f 35 TR NA25 ¦ κρίνετε TNT2 WH NA27+28 NIV SBL
  22. Footnote * ⸋ ἀληθῶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  23. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ δὲ TR
  24. Footnote * ⸉ Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου RP f 35 TR ¦ Ἐκ τοῦ ὄχλου δὲ πολλοὶ TNT2 WH NA NIV SBL
  25. Footnote * ⸋ ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  26. Footnote * ⸂ μήτι RP f 35 TR ¦ μὴ TNT2 WH NA NIV SBL
  27. Footnote * ⸋2 τούτων RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL
  28. Footnote * ⸉ ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς RP f 35 ¦ οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ὑπηρέτας TR ¦ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας TNT2 WH NA NIV SBL
  29. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτοῖς TR
  30. Footnote * ⸉ μικρὸν χρόνον RP f 35 TR ¦ χρόνον μικρὸν TNT2 WH NA NIV SBL
  31. Footnote * ⸂ Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε RP f 35 TR TNT2 NA25 SBL ¦ Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε με WH NA27+28 NIV
  32. Footnote * ⸉ οὗτος ὁ λόγος RP f 35 TR ¦ ὁ λόγος οὗτος TNT2 WH NA NIV SBL
  33. Footnote * ⸂ Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε RP f 35 TR TNT2 NA25 SBL ¦ Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε με WH NA27+28 NIV
  34. Footnote * ⸂ οὗ RP TR TNT2 WH NA25 SBL ¦ ὃ f 35 NA27+28 NIV
  35. Footnote * ⸂2 πιστεύοντες RP f 35 TR ¦ πιστεύσαντες TNT2 WH NA NIV SBL
  36. Footnote * ⸂3 οὔπω γὰρ ἦν πνεῦμα ἅγιον RP f 35 TR TNT2 ¦ οὔπω γὰρ ἦν πνεῦμα WH NA NIV11 SBL ¦ οὔπω γὰρ ἦν πνεῦμα δεδομένον NIV73
  37. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR
  38. Footnote * ⸂4 οὐδέπω RP f 35 TR NA NIV SBL ¦ οὔπω TNT2 WH
  39. Footnote * ⸂ Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου RP f 35 TR ¦ Ἐκ τοῦ ὄχλου οὖν TNT2 WH NA NIV SBL
  40. Footnote * ⸂2 τὸν λόγον RP f 35 TR ¦ τῶν λόγων τούτων TNT2 WH NA NIV SBL
  41. Footnote * ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ὅτι WH NA25
  42. Footnote * ⸂ Ἄλλοι ἔλεγον … Ἄλλοι ἔλεγον RP f 35 ¦ Ἄλλοι ἔλεγον … Ἄλλοι δὲ ἔλεγον TR ¦ Ἄλλοι ἔλεγον … Οἱ δὲ ἔλεγον TNT2 WH NA NIV SBL
  43. Footnote * ⸂ Οὐχὶ RP f 35 TR ¦ Οὐχ TNT2 WH NA NIV SBL
  44. Footnote * ⸉ ὁ χριστὸς ἔρχεται RP f 35 TR ¦ ἔρχεται ὁ χριστὸς TNT2 WH NA NIV SBL
  45. Footnote * ⸉ ἐν τῷ ὄχλῳ ἐγένετο RP f 35 TR ¦ ἐγένετο ἐν τῷ ὄχλῳ TNT2 WH NA NIV SBL
  46. Footnote * ⸂ ἐπέβαλεν RP f 35 TR NA NIV SBL ¦ ἔβαλεν TNT2 WH
  47. Footnote * ⸂ Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. RP f 35 TR ¦ Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. TNT2 ¦ Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος. WH NA27+28 NIV SBL ¦ Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος, ὡς οὗτος λαλεῖ ὁ ἄνθρωπος. NA25
  48. Footnote * ⸂ ἐπικατάρατοί RP f 35 TR ¦ ἐπάρατοί TNT2 WH NA NIV SBL
  49. Footnote * ⸋ νυκτὸς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  50. Footnote * ⸆ – RP f 35 TR ¦ πρότερον TNT2 WH NA25 NIV11 SBL ¦ τὸ πρότερον NA27+28 NIV73
  51. Footnote * ⸂ παρ᾽ αὐτοῦ πρότερον RP f 35 TR ¦ πρῶτον παρ᾽ αὐτοῦ TNT2 WH NA NIV SBL
  52. Footnote * ⸉ προφήτης ἐκ τῆς Γαλιλαίας RP f 35 TR ¦ ἐκ τῆς Γαλιλαίας προφήτης TNT2 WH NA NIV SBL
  53. Footnote * ⸂ ἐγήγερται RP f 35 TR ¦ ἐγείρεται TNT2 WH NA NIV SBL
  54. Footnote * ⸂ ἀπῆλθεν f 35 ¦ ἐπορεύθη RP TR ¦ ἐπορεύθησαν ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.