Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΙΩΑΝΝΗΝ 6

Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας, τῆς Τιβεριάδος. 1⸂Καὶ ἠκολούθει⸃ αὐτῷ ὄχλος πολύς, ὅτι 2⸂2ἑώρων⸃ 3⸋αὐτοῦ⸌ τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. Ἀνῆλθεν δὲ εἰς τὸ ὄρος 4⸋ὁ⸌ Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. Ἦν δὲ ἐγγὺς τὸ Πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων. Ἐπάρας οὖν 5⸉ὁ Ἰησοῦς τοὺς ὀφθαλμούς,⸊ καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτόν, λέγει πρὸς 6⸋τὸν⸌ Φίλιππον, Πόθεν 7⸂ἀγοράσομεν⸃ ἄρτους, ἵνα φάγωσιν οὗτοι; Τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν. Ἀπεκρίθη αὐτῷ 8⸆ Φίλιππος, Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς, ἵνα ἕκαστος 9⸋αὐτῶν⸌ βραχύ 10⸋2τι⸌ λάβῃ. Λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου, Ἔστιν παιδάριον 11⸋ἓν⸌ ὧδε, 12⸂ὃ⸃ ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; Εἶπεν 13⸋δὲ⸌ ὁ Ἰησοῦς, Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. Ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. Ἀνέπεσον οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν 14⸂ὡσεὶ⸃ πεντακισχίλιοι. Ἔλαβεν 15⸂δὲ⸃ τοὺς ἄρτους ὁ Ἰησοῦς, καὶ εὐχαριστήσας διέδωκεν 16⸋τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ⸌ τοῖς ἀνακειμένοις· ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. Ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ, Συναγάγετε τὰ περισσεύσαντα 17⸂κλάσματα,⸃ ἵνα μή τι ἀπόληται. Συνήγαγον οὖν, καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων, ἃ 18⸂ἐπερίσσευσεν⸃ τοῖς βεβρωκόσιν. Οἱ οὖν ἄνθρωποι ἰδόντες 19⸂ὃ ἐποίησεν σημεῖον⸃ 20⸋ὁ Ἰησοῦς,⸌ ἔλεγον ὅτι Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον. Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτόν, ἵνα ποιήσωσιν 21⸋αὐτὸν⸌ βασιλέα, ἀνεχώρησεν 22⸆ εἰς τὸ ὄρος αὐτὸς μόνος.

Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν, καὶ ἐμβάντες εἰς 23⸋τὸ⸌ πλοῖον, ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καπερναούμ. Καὶ σκοτία ἤδη ἐγεγόνει, καὶ 24⸂οὐκ⸃ ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς. Ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διηγείρετο. Ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα, θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον· καὶ ἐφοβήθησαν. Ὁ δὲ λέγει αὐτοῖς, Ἐγώ εἰμι· μὴ φοβεῖσθε. Ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον· καὶ εὐθέως 25⸉τὸ πλοῖον ἐγένετο⸊ ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.

Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης, 26⸂ἰδὼν⸃ ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἓν 27⸋ἐκεῖνο εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ,⸌ καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ 28⸂2πλοιάριον,⸃ ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον— 29⸂ἄλλα δὲ ἦλθεν πλοιάρια⸃ ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον, εὐχαριστήσαντος τοῦ κυρίου— ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν 30⸆ αὐτοὶ εἰς τὰ 31⸂πλοῖα,⸃ καὶ ἦλθον εἰς Καπερναούμ, ζητοῦντες τὸν Ἰησοῦν. Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης, εἶπον αὐτῷ, Ῥαββί, πότε ὧδε γέγονας; Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ᾽ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε. Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν, ὁ θεός. Εἶπον οὖν πρὸς αὐτόν, Τί 32⸂ποιῶμεν,⸃ ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ; Ἀπεκρίθη 33⸆ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ, ἵνα 34⸂πιστεύσητε⸃ εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. Εἶπον οὖν αὐτῷ, Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; Τί ἐργάζῃ; Οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον, Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωσῆς 35⸂δέδωκεν⸃ ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ· ἀλλ᾽ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. Ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Εἶπον οὖν πρὸς αὐτόν, Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον. Εἶπεν 36⸂δὲ⸃ αὐτοῖς ὁ Ἰησοῦς, Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός 37⸂2με⸃ οὐ μὴ πεινάσῃ· καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ 38⸂3διψήσῃ⸃ πώποτε. Ἀλλ᾽ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετε. Πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει· καὶ τὸν ἐρχόμενον πρός 39⸂με⸃ οὐ μὴ ἐκβάλω ἔξω. Ὅτι καταβέβηκα 40⸂ἐκ⸃ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τοῦτο δέ ἐστιν τὸ θέλημα 41⸂τοῦ πέμψαντός με πατρός, ἵνα πᾶν ὃ δέδωκέν μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ 42⸆ τῇ ἐσχάτῃ ἡμέρᾳ. Τοῦτο 43⸂δέ⸃ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με,⸃ ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτόν, ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ 44⸆ τῇ ἐσχάτῃ ἡμέρᾳ.

Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶπεν, Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ. Καὶ ἔλεγον, 45⸂Οὐχ⸃ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς 46⸂2οὖν⸃ λέγει 47⸋οὗτος⸌ ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; Ἀπεκρίθη 48⸋οὖν⸌ 49⸋2ὁ⸌ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Μὴ γογγύζετε μετ᾽ ἀλλήλων. Οὐδεὶς δύναται ἐλθεῖν πρός 50⸂με,⸃ ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, καὶ ἐγὼ ἀναστήσω αὐτὸν 51⸋ἐν⸌ τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις, Καὶ ἔσονται πάντες διδακτοὶ 52⸆ θεοῦ. Πᾶς 53⸋οὖν⸌ ὁ 54⸂ἀκούων⸃ παρὰ τοῦ πατρὸς καὶ μαθών, ἔρχεται πρός 55⸂2με.⸃ Οὐχ ὅτι τὸν πατέρα 56⸉τις ἑώρακεν,⸊ εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων 57⸋εἰς ἐμέ,⸌ ἔχει ζωὴν αἰώνιον. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Οἱ πατέρες ὑμῶν ἔφαγον 58⸉τὸ μάννα ἐν τῇ ἐρήμῳ,⸊ καὶ ἀπέθανον. Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ. Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, 59⸂ζήσεται⸃ εἰς τὸν αἰῶνα. Καὶ 60⸂2ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν, ἣν ἐγὼ δώσω⸃ ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.

Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες, Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα 61⸆ φαγεῖν; Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἡ γὰρ σάρξ μου 62⸂ἀληθῶς ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς⸃ ἐστιν πόσις. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Καθὼς ἀπέστειλέν με ὁ ζῶν πατήρ, κἀγὼ ζῶ διὰ τὸν πατέρα· καὶ ὁ τρώγων με, κἀκεῖνος 63⸂ζήσεται⸃ δι᾽ ἐμέ. Οὗτός ἐστιν ὁ ἄρτος ὁ 64⸂ἐκ⸃ 65⸋τοῦ⸌ οὐρανοῦ καταβάς· οὐ καθὼς ἔφαγον οἱ πατέρες 66⸋2ὑμῶν⸌ 67⸋3τὸ μάννα,⸌ καὶ ἀπέθανον· ὁ τρώγων 68⸆ τοῦτον τὸν ἄρτον, 69⸂2ζήσεται⸃ εἰς τὸν αἰῶνα. Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καπερναούμ.

Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον, Σκληρός ἐστιν 70⸉οὗτος ὁ λόγος·⸊ τίς δύναται αὐτοῦ ἀκούειν; Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς, Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; Τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ 71⸂λαλῶ⸃ ὑμῖν, πνεῦμά ἐστιν καὶ ζωή ἐστιν. Ἀλλ᾽ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾜδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. Καὶ ἔλεγεν, Διὰ τοῦτο εἴρηκα ὑμῖν, ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός 72⸋μου.⸌

Ἐκ τούτου πολλοὶ 73⸂ἀπῆλθον τῶν μαθητῶν αὐτοῦ⸃ εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ᾽ αὐτοῦ περιεπάτουν. Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα, Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Ἀπεκρίθη 74⸋οὖν⸌ αὐτῷ Σίμων Πέτρος, Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις. Καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ 75⸂ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος.⸃ Ἀπεκρίθη αὐτοῖς 76⸋ὁ Ἰησοῦς,⸌ Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν; Ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος 77⸂Ἰσκαριώτην·⸃ οὗτος γὰρ ἔμελλεν 78⸉αὐτὸν παραδιδόναι,⸊ εἷς 79⸋ὢν⸌ ἐκ τῶν δώδεκα.

Source notes (79)
  1. Footnote * ⸂ Καὶ ἠκολούθει RP f 35 TR ¦ Ἠκολούθει δὲ TNT2 WH NA NIV SBL
  2. Footnote * ⸂2 ἑώρων RP f 35 TR NA25 ¦ ἐθεώρουν TNT2 WH NA27+28 NIV SBL
  3. Footnote * ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  4. Footnote * ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  5. Footnote * ⸉ ὁ Ἰησοῦς τοὺς ὀφθαλμούς RP f 35 TR ¦ τοὺς ὀφθαλμούς ὁ Ἰησοῦς TNT2 WH NA NIV SBL
  6. Footnote * ⸋ τὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  7. Footnote * ⸂ ἀγοράσομεν RP f 35 TR ¦ ἀγοράσωμεν TNT2 WH NA NIV SBL
  8. Footnote * ⸆ – RP f 35 TR TNT2 WH NIV11 SBL ¦ ὁ NA NIV73
  9. Footnote * ⸋ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  10. Footnote * ⸋2 τι RP f 35 TR NA NIV SBL ¦ – TNT2 WH
  11. Footnote * ⸋ ἓν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  12. Footnote * ⸂ ὃ RP f 35 TR ¦ ὃς TNT2 WH NA NIV SBL
  13. Footnote * ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  14. Footnote * ⸂ ὡσεὶ RP f 35 TR ¦ ὡς TNT2 WH NA NIV SBL
  15. Footnote * ⸂ δὲ RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL
  16. Footnote * ⸋ τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  17. Footnote * ⸂ κλάσματα RP TR TNT2 WH NA NIV SBL ¦ τῶν κλασμάτων f 35
  18. Footnote * ⸂ ἐπερίσσευσεν RP f 35 ¦ ἐπερίσσευσε TR ¦ ἐπερίσσευσαν TNT2 WH NA NIV SBL
  19. Footnote * ⸂ ὃ ἐποίησεν σημεῖον RP f 35 TNT2 NA NIV SBL ¦ ὃ ἐποίησε σημεῖον TR ¦ ἃ ἐποίησεν σημεῖα WH
  20. Footnote * ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  21. Footnote * ⸋ αὐτὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  22. Footnote * ⸆ – RP ¦ πάλιν f 35 TR TNT2 WH NA NIV SBL
  23. Footnote * ⸋ τὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  24. Footnote * ⸂ οὐκ RP f 35 TR ¦ οὔπω TNT2 WH NA NIV SBL
  25. Footnote * ⸉ τὸ πλοῖον ἐγένετο RP f 35 TR ¦ ἐγένετο τὸ πλοῖον TNT2 WH NA NIV SBL
  26. Footnote * ⸂ ἰδὼν RP f 35 TR ¦ εἶδον TNT2 WH NA NIV SBL
  27. Footnote * ⸋ ἐκεῖνο εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  28. Footnote * ⸂2 πλοιάριον RP f 35 TR ¦ πλοῖον TNT2 WH NA NIV SBL
  29. Footnote * ⸂ ἄλλα δὲ ἦλθεν πλοιάρια RP f 35 ¦ ἄλλα δὲ ἦλθε πλοιάρια TR ¦ ἄλλα ἦλθεν πλοιάρια TNT2 NA NIV73 ¦ ἀλλὰ ἦλθεν πλοῖα WH ¦ ἄλλα ἦλθεν πλοῖα NIV11 ¦ ἀλλὰ ἦλθεν πλοιάρια SBL
  30. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR
  31. Footnote * ⸂ πλοῖα RP f 35 TR ¦ πλοιάρια TNT2 WH NA NIV SBL
  32. Footnote * ⸂ ποιῶμεν RP f 35 TNT2 WH NA NIV SBL ¦ ποιοῦμεν TR
  33. Footnote * ⸆ – RP f 35 NA25 NIV11 ¦ ὁ TR TNT2 WH NA27+28 NIV73 SBL
  34. Footnote * ⸂ πιστεύσητε RP f 35 TR ¦ πιστεύητε TNT2 WH NA NIV SBL
  35. Footnote * ⸂ δέδωκεν RP f 35 TR NA NIV SBL ¦ ἔδωκεν TNT2 WH
  36. Footnote * ⸂ δὲ RP f 35 TR ¦ – TNT2 WH NA SBL ¦ οὖν NIV
  37. Footnote * ⸂2 με RP f 35 TR ¦ ἐμὲ TNT2 WH NA NIV SBL
  38. Footnote * ⸂3 διψήσῃ RP f 35 TR ¦ διψήσει TNT2 WH NA NIV SBL
  39. Footnote * ⸂ με RP f 35 TR TNT2 WH NA25 SBL ¦ ἐμὲ NA27+28 NIV
  40. Footnote * ⸂ ἐκ RP f 35 TR ¦ ἀπὸ TNT2 WH NA NIV SBL
  41. Footnote * ⸂ τοῦ πέμψαντός με πατρός … τοῦ πέμψαντός με RP f 35 TR ¦ τοῦ πέμψαντός με … τοῦ πατρός μου TNT2 WH NA NIV SBL
  42. Footnote * ⸆ – RP TNT2 WH NIV11 SBL ¦ ἐν f 35 TR NA NIV73
  43. Footnote * ⸂ δέ RP f 35 TR ¦ γάρ TNT2 WH NA NIV SBL
  44. Footnote * ⸆ – RP f 35 TR TNT2 WH NIV11 SBL ¦ ἐν NA NIV73
  45. Footnote * ⸂ Οὐχ RP f 35 TR NA NIV SBL ¦ Οὐχὶ TNT2 WH
  46. Footnote * ⸂2 οὖν RP f 35 TR ¦ νῦν TNT2 WH NA NIV SBL
  47. Footnote * ⸋ οὗτος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  48. Footnote * ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  49. Footnote * ⸋2 ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  50. Footnote * ⸂ με RP f 35 TR WH NA NIV SBL ¦ ἐμέ TNT2
  51. Footnote * ⸋ ἐν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
  52. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR
  53. Footnote * ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  54. Footnote * ⸂ ἀκούων RP f 35 ¦ ἀκούσας TR TNT2 WH NA NIV SBL
  55. Footnote * ⸂2 με RP f 35 TR ¦ ἐμέ TNT2 WH NA NIV SBL
  56. Footnote * ⸉ τις ἑώρακεν RP f 35 TR ¦ ἑώρακέν τις TNT2 WH NA NIV SBL
  57. Footnote * ⸋ εἰς ἐμέ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  58. Footnote * ⸉ τὸ μάννα ἐν τῇ ἐρήμῳ RP f 35 TR ¦ ἐν τῇ ἐρήμῳ τὸ μάννα TNT2 WH NA NIV SBL
  59. Footnote * ⸂ ζήσεται RP f 35 TR TNT2 ¦ ζήσει WH NA NIV SBL
  60. Footnote * ⸂2 ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν, ἣν ἐγὼ δώσω RP f 35 TR ¦ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν TNT2 WH NA NIV SBL
  61. Footnote * ⸆ – RP f 35 TR TNT2 NA25 ¦ αὐτοῦ WH NA27+28 NIV SBL
  62. Footnote * ⸂ ἀληθῶς … ἀληθῶς RP f 35 TR ¦ ἀληθής … ἀληθής TNT2 WH NA NIV SBL
  63. Footnote * ⸂ ζήσεται RP f 35 TR ¦ ζήσει TNT2 WH NA NIV SBL
  64. Footnote * ⸂ ἐκ RP f 35 TR ¦ ἐξ TNT2 WH NA NIV SBL
  65. Footnote * ⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  66. Footnote * ⸋2 ὑμῶν RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL
  67. Footnote * ⸋3 τὸ μάννα RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL
  68. Footnote * ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ μου f 35
  69. Footnote * ⸂2 ζήσεται RP f 35 TR ¦ ζήσει TNT2 WH NA NIV SBL
  70. Footnote * ⸉ οὗτος ὁ λόγος RP f 35 TR ¦ ὁ λόγος οὗτος TNT2 WH NA NIV SBL
  71. Footnote * ⸂ λαλῶ RP f 35 TR ¦ λελάληκα TNT2 WH NA NIV SBL
  72. Footnote * ⸋ μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  73. Footnote * ⸂ ἀπῆλθον τῶν μαθητῶν αὐτοῦ RP f 35 TR ¦ ἐκ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον TNT2 WH NA27+28 NIV SBL ¦ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον NA25
  74. Footnote * ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  75. Footnote * ⸂ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος RP f 35 TR ¦ ὁ ἅγιος τοῦ θεοῦ TNT2 WH NA NIV SBL
  76. Footnote * ⸋ ὁ Ἰησοῦς RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
  77. Footnote * ⸂ Ἰσκαριώτην RP f 35 TR ¦ Ἰσκαριώτου TNT2 WH NA NIV SBL
  78. Footnote * ⸉ αὐτὸν παραδιδόναι RP f 35 TR ¦ παραδιδόναι αὐτὸν TNT2 WH NA NIV SBL
  79. Footnote * ⸋ ὢν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.