Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΙΩΑΝΝΗΝ 8

1

⸂καὶ ὁ Ἰησοῦς⸃ ἐπορεύθη εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.

Ὄρθρου δὲ πάλιν 2⸋βαθέος⸌ 3⸂ἦλθεν⸃ 4⸋2ὁ Ἰησοῦς⸌ εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο 5⸋3πρὸς αὐτόν,⸌ καὶ καθίσας ἐδίδασκεν αὐτούς. Ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι 6⸋πρὸς αὐτὸν⸌ γυναῖκα 7⸂ἐπὶ⸃ μοιχείᾳ 8⸂2κατειλημμένην,⸃ καὶ στήσαντες αὐτὴν ἐν 9⸋2τῷ⸌ μέσῳ, 10⸂εἶπον⸃ αὐτῷ, 11⸆ Διδάσκαλε, 12⸂2ταύτην εὕρομεν⸃ ἐπ᾽ αὐτόφωρῳ 13⸂3μοιχευομένην.⸃ Ἐν δὲ τῷ νόμῳ 14⸋ἡμῶν⸌ 15⸂Μωσῆς⸃ ἐνετείλατο τὰς τοιαύτας 16⸂2λιθάζειν·⸃ σὺ οὖν τί λέγεις 17⸋2περὶ αὐτῆς;⸌ Τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν 18⸂κατηγορίαν κατ᾽⸃ αὐτοῦ. Ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ 19⸂2ἔγραφεν⸃ εἰς τὴν γῆν. 20⸆ Ὡς δὲ ἐπέμενον 21⸂ἐπερωτῶντες⸃ αὐτόν, 22⸂2ἀναβλέψας⸃ εἶπεν 23⸂3αὐτοῖς,⸃ Ὁ ἀναμάρτητος ὑμῶν, 24⸂4πρῶτος λίθον βαλέτω ἐπ᾽ αὐτήν.⸃ Καὶ πάλιν 25⸂κάτω κύψας⸃ ἔγραφεν εἰς τὴν γῆν. Οἱ δέ, ἀκούσαντες, 26⸆ ἐξήρχοντο εἷς καθ᾽ εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων 27⸋ἕως τῶν ἐσχάτων·⸌ καὶ κατελείφθη μόνος 28⸋2ὁ Ἰησοῦς,⸌ καὶ ἡ γυνὴ ἐν μέσῳ 29⸂οὖσα.⸃ Ἀνακύψας δὲ ὁ Ἰησοῦς 30⸆ 31⸋εἶδεν αὐτὴν καὶ⸌ εἶπεν, 32⸆2 33⸂Γύναι,⸃ ποῦ εἰσιν; 34⸆3 Οὐδείς σε κατέκρινεν; Ἡ δὲ εἶπεν, Οὐδείς, κύριε. Εἴπεν δὲ 35⸋αὐτῇ⸌ ὁ Ἰησοῦς, Οὐδὲ ἐγώ σε 36⸂κατακρίνω·⸃ πορεύου 37⸋2καὶ⸌ 38⸋3ἀπὸ τοῦ νῦν⸌ μηκέτι ἁμάρτανε.

Πάλιν οὖν 39⸉αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησεν⸊ λέγων, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν 40⸂ἐμοὶ⸃ οὐ μὴ 41⸂2περιπατήσῃ⸃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς. Εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι, Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου· ὅτι οἶδα πόθεν ἦλθον, καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι, 42⸂καὶ⸃ ποῦ ὑπάγω. Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε· ἐγὼ οὐ κρίνω οὐδένα. Καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ 43⸂ἀληθής⸃ ἐστιν· ὅτι μόνος οὐκ εἰμί, ἀλλ᾽ ἐγὼ καὶ 44⸂2ὁ πέμψας με πατήρ.⸃ Καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ. Ἔλεγον οὖν αὐτῷ, Ποῦ ἐστιν ὁ πατήρ σου; Ἀπεκρίθη 45⸆ Ἰησοῦς, Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου 46⸉ᾔδειτε ἄν.⸊ Ταῦτα τὰ ῥήματα ἐλάλησεν 47⸋ὁ Ἰησοῦς⸌ ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.

Εἶπεν οὖν πάλιν αὐτοῖς 48⸋ὁ Ἰησοῦς,⸌ Ἐγὼ ὑπάγω, καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει, Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; Καὶ 49⸂εἶπεν⸃ αὐτοῖς, Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ 50⸉τοῦ κόσμου τούτου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.⸊ Εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. Ἔλεγον οὖν αὐτῷ, Σὺ τίς εἶ; 51⸋Καὶ⸌ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν. Πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ᾽ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρ᾽ αὐτοῦ, ταῦτα 52⸂λέγω⸃ εἰς τὸν κόσμον. Οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν. Εἶπεν οὖν 53⸋αὐτοῖς⸌ ὁ Ἰησοῦς, Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ πατήρ 54⸋2μου,⸌ ταῦτα λαλῶ· καὶ ὁ πέμψας με μετ᾽ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με μόνον 55⸋ὁ πατήρ,⸌ ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.

Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους, Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστέ· καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Ἀπεκρίθησαν 56⸆ 57⸂αὐτῷ,⸃ Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε; Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας. Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ 58⸆ υἱὸς μένει εἰς τὸν αἰῶνα. Ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. 59⸂Ἐγὼ ὃ⸃ ἑώρακα παρὰ τῷ πατρί 60⸋μου,⸌ λαλῶ· καὶ ὑμεῖς οὖν 61⸂2ὃ ἑωράκατε⸃ παρὰ 62⸂3τῷ πατρὶ⸃ 63⸋2ὑμῶν,⸌ ποιεῖτε. Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. Λέγει αὐτοῖς ὁ Ἰησοῦς, 64⸂Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε.⸃ Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. Εἶπον 65⸋οὖν⸌ αὐτῷ, Ἡμεῖς ἐκ πορνείας 66⸂οὐ γεγεννήμεθα·⸃ ἕνα πατέρα ἔχομεν, τὸν θεόν. Εἶπεν 67⸋οὖν⸌ αὐτοῖς ὁ Ἰησοῦς, Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ᾽ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ᾽ ἐκεῖνός με ἀπέστειλεν. Διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; Ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. Ὑμεῖς ἐκ 68⸋τοῦ⸌ πατρὸς τοῦ διαβόλου ἐστέ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾽ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ· ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ. Ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι. Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Εἰ 69⸋δὲ⸌ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; Ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ. Ἀπεκρίθησαν 70⸋οὖν⸌ οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ, Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σύ, καὶ δαιμόνιον ἔχεις; Ἀπεκρίθη Ἰησοῦς, Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις 71⸂τὸν λόγον τὸν ἐμὸν⸃ τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. Εἶπον 72⸋οὖν⸌ αὐτῷ οἱ Ἰουδαῖοι, Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ 73⸂γεύσηται⸃ θανάτου εἰς τὸν αἰῶνα. Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν; Καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν 74⸋σὺ⸌ ποιεῖς; Ἀπεκρίθη Ἰησοῦς, Ἐὰν ἐγὼ 75⸂δοξάζω⸃ ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς 76⸂2ἡμῶν⸃ ἐστιν, καὶ οὐκ ἐγνώκατε αὐτόν· ἐγὼ δὲ οἶδα αὐτόν, καὶ ἐὰν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος 77⸂ὑμῶν,⸃ ψεύστης· ἀλλ᾽ οἶδα αὐτόν, καὶ τὸν λόγον αὐτοῦ τηρῶ. Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη. Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν, Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας; Εἶπεν αὐτοῖς 78⸋ὁ⸌ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι. Ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾽ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη, καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ, 79⸂διελθὼν διὰ μέσου αὐτῶν· καὶ παρῆγεν οὕτως.⸃

Source notes (79)
  1. Footnote * ⸂ καὶ ὁ Ἰησοῦς SRS ¦ Ἰησοῦς δὲ RP f 35 TR ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧
  2. Footnote * ⸋ βαθέος SRS ¦ – RP f 35 TR ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧
  3. Footnote * ⸂ ἦλθεν SRS ¦ παρεγένετο RP f 35 TR ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧
  4. Footnote * ⸋2 ὁ Ἰησοῦς SRS ¦ – RP f 35 TR ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧
  5. Footnote * ⸋3 πρὸς αὐτόν f 35 TR ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ¦ – RP
  6. Footnote * ⸋ πρὸς αὐτὸν RP f 35 TR ¦ – ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧
  7. Footnote * ⸂ ἐπὶ f 35 ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ¦ ἐν RP TR
  8. Footnote * ⸂2 κατειλημμένην f 35 TR ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ¦ καταληφθεῖσαν RP
  9. Footnote * ⸋2 τῷ SRS ¦ – RP f 35 TR ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧
  10. Footnote * ⸂ εἶπον SRS ¦ λέγουσιν RP f 35 TR ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧
  11. Footnote * ⸆ – f 35 TR ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ¦ πειράζοντες RP
  12. Footnote * ⸂2 ταύτην εὕρομεν f 35 ¦ αὕτη ἡ γυνὴ κατελήφθη RP ¦ αὕτη ἡ γυνὴ κατείληφθη TR ¦ αὕτη ἡ γυνὴ κατείληπται ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧
  13. Footnote * ⸂3 μοιχευομένην f 35 ¦ μοιχευομένη RP TR ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧
  14. Footnote * ⸋ ἡμῶν f 35 ¦ – RP TR ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧
  15. Footnote * ⸂ Μωσῆς f 35 ¦ Μωσῆς ἡμῖν RP TR ¦ ἡμῖν Μωϋσῆς ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧
  16. Footnote * ⸂2 λιθάζειν ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ¦ λιθοβολεῖσθαι RP f 35 TR
  17. Footnote * ⸋2 περὶ αὐτῆς SRS ¦ – RP f 35 TR ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧
  18. Footnote * ⸂ κατηγορίαν κατ᾽ f 35 ¦ κατηγορεῖν RP TR ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧
  19. Footnote * ⸂2 ἔγραφεν RP f 35 TR ¦ κατέγραφεν ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧
  20. Footnote * ⸆ – TR ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ¦ μὴ προσποιούμενος RP f 35
  21. Footnote * ⸂ ἐπερωτῶντες SRS ¦ ἐρωτῶντες RP f 35 TR ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧
  22. Footnote * ⸂2 ἀναβλέψας SRS ¦ ἀνακύψας RP f 35 TR ¦ ἀνέκυψεν καὶ ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧
  23. Footnote * ⸂3 αὐτοῖς ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ¦ πρὸς αὐτούς RP f 35 TR
  24. Footnote * ⸂4 πρῶτος λίθον βαλέτω ἐπ᾽ αὐτήν SRS ¦ πρῶτον ἐπ᾽ αὐτὴν τὸν λίθον βαλέτω RP ¦ πρῶτος τὸν λίθον ἐπ᾽ αὐτῇ βαλέτω f 35 TR ¦ πρῶτος ἐπ᾽ αὐτὴν βαλέτω λίθον ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧
  25. Footnote * ⸂ κάτω κύψας RP f 35 TR ¦ κατακύψας ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧
  26. Footnote * ⸆ – ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ¦ καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι RP f 35 TR
  27. Footnote * ⸋ ἕως τῶν ἐσχάτων f 35 TR ¦ – RP ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧
  28. Footnote * ⸋2 ὁ Ἰησοῦς RP f 35 TR ¦ – ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧
  29. Footnote * ⸂ οὖσα RP f 35 ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ¦ ἑστῶσα TR
  30. Footnote * ⸆ – ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ¦ καὶ μηδένα θεασάμενος πλὴν τῆς γυναικός RP f 35 TR
  31. Footnote * ⸋ εἶδεν αὐτὴν καὶ SRS ¦ – RP f 35 TR ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧
  32. Footnote * ⸆2 – SRS ¦ αὐτῇ RP f 35 TR ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧
  33. Footnote * ⸂ Γύναι ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ¦ – RP f 35 ¦ Ἡ γυνή TR
  34. Footnote * ⸆3 – ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ¦ ἐκεῖνοι οἱ κατήγοροί σου RP f 35 TR
  35. Footnote * ⸋ αὐτῇ f 35 TR ¦ – RP ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧
  36. Footnote * ⸂ κατακρίνω f 35 TR ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ¦ κρίνω RP
  37. Footnote * ⸋2 καὶ RP f 35 TR ⟦NA27+28⟧ ⟦NIV⟧ ¦ – ⟦WH⟧ ⟦NA25⟧
  38. Footnote * ⸋3 ἀπὸ τοῦ νῦν f 35 ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ¦ – RP TR
  39. Footnote * ⸉ αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησεν RP f 35 ¦ ὁ Ἰησοῦς αὐτοῖς ἐλάλησε TR ¦ αὐτοῖς ἐλάλησεν ὁ Ἰησοῦς TNT2 WH NA NIV SBL
  40. Footnote * ⸂ ἐμοὶ RP f 35 TR NA27+28 NIV SBL ¦ μοι TNT2 WH NA25
  41. Footnote * ⸂2 περιπατήσῃ RP f 35 TNT2 WH NA NIV SBL ¦ περιπατήσει TR
  42. Footnote * ⸂ καὶ RP TR ¦ ἢ f 35 TNT2 WH NA NIV SBL
  43. Footnote * ⸂ ἀληθής RP f 35 TR ¦ ἀληθινή TNT2 WH NA NIV SBL
  44. Footnote * ⸂2 ὁ πέμψας με πατήρ RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ ὁ πέμψας με NA25
  45. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR
  46. Footnote * ⸉ ᾔδειτε ἄν RP f 35 TR ¦ ἄν ᾔδειτε TNT2 WH NA NIV SBL
  47. Footnote * ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  48. Footnote * ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  49. Footnote * ⸂ εἶπεν RP f 35 TR ¦ ἔλεγεν TNT2 WH NA NIV SBL
  50. Footnote * ⸉ τοῦ κόσμου τούτου … τοῦ κόσμου τούτου RP f 35 TR ¦ τούτου τοῦ κόσμου … τοῦ κόσμου τούτου TNT2 WH NA NIV SBL
  51. Footnote * ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  52. Footnote * ⸂ λέγω RP f 35 TR ¦ λαλῶ TNT2 WH NA NIV SBL
  53. Footnote * ⸋ αὐτοῖς RP f 35 TR NA27+28 ¦ – TNT2 WH NA25 NIV SBL
  54. Footnote * ⸋2 μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  55. Footnote * ⸋ ὁ πατήρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  56. Footnote * ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ καὶ εἶπον f 35
  57. Footnote * ⸂ αὐτῷ RP f 35 TR ¦ πρὸς αὐτόν TNT2 WH NA NIV SBL
  58. Footnote * ⸆ – RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ δὲ NIV73
  59. Footnote * ⸂ Ἐγὼ ὃ RP f 35 TR ¦ Ἃ ἐγὼ TNT2 WH NA NIV SBL
  60. Footnote * ⸋ μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  61. Footnote * ⸂2 ὃ ἑωράκατε RP f 35 TR ¦ ἃ ἠκούσατε TNT2 WH NA NIV SBL
  62. Footnote * ⸂3 τῷ πατρὶ RP f 35 TR ¦ τοῦ πατρὸς TNT2 WH NA NIV SBL
  63. Footnote * ⸋2 ὑμῶν RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL
  64. Footnote * ⸂ Εἰ … ἦτε … ἐποιεῖτε. RP f 35 NIV ¦ Εἰ … ἦτε … ἐποιεῖτε ἄν. TR ¦ Εἰ … ἐστε … ἐποιεῖτε. TNT2 NA27+28 SBL ¦ Εἰ … ἐστε … ποιεῖτε. WH NA25
  65. Footnote * ⸋ οὖν RP f 35 TR NA27+28 ¦ – TNT2 WH NA25 NIV SBL
  66. Footnote * ⸂ οὐ γεγεννήμεθα RP f 35 TR NA27+28 NIV SBL ¦ οὐκ ἐγεννήθημεν TNT2 WH NA25
  67. Footnote * ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  68. Footnote * ⸋ τοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
  69. Footnote * ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  70. Footnote * ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  71. Footnote * ⸂ τὸν λόγον τὸν ἐμὸν RP f 35 TR ¦ τὸν ἐμὸν λόγον TNT2 WH NA NIV SBL
  72. Footnote * ⸋ οὖν RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL
  73. Footnote * ⸂ γεύσηται RP f 35 TNT2 WH NA NIV SBL ¦ γεύσεται TR
  74. Footnote * ⸋ σὺ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  75. Footnote * ⸂ δοξάζω RP f 35 TR ¦ δοξάσω TNT2 WH NA NIV SBL
  76. Footnote * ⸂2 ἡμῶν RP f 35 TNT2 NA NIV SBL ¦ ὑμῶν TR WH
  77. Footnote * ⸂ ὑμῶν RP f 35 TR ¦ ὑμῖν TNT2 WH NA NIV SBL
  78. Footnote * ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  79. Footnote * ⸂ διελθὼν … οὕτως. RP f 35 ¦ διελθὼν … οὕτω. TR ¦ – TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.