Η Καινή Διαθήκη
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6
Καὶ εἶδον ⸀ὅτε1 ἤνοιξεν τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων, καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος ὡς φωνῇ βροντῆς· ⸀Ἔρχου2 καὶ ⸂εἶδον, καὶ⸃ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπʼ αὐτὸν ἔχων τόξον, καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθεν νικῶν καὶ ἵνα νικήσῃ.3
Καὶ ὅτε ἤνοιξεν τὴν ⸂σφραγῖδα τὴν δευτέραν4, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος· Ἔρχου. καὶ5 ἐξῆλθεν ἄλλος ἵππος πυρρός, καὶ τῷ καθημένῳ ἐπʼ αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς ⸀καὶ ἵνα ἀλλήλους ⸀σφάξουσιν6 καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.
Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος· Ἔρχου. καὶ ⸀εἶδον7 καὶ ἰδοὺ ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπʼ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ. καὶ ἤκουσα ⸀ὡς8 φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν· Χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες ⸀κριθῶν9 δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.
Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα ⸀φωνὴν10 τοῦ τετάρτου ζῴου λέγοντος· ⸀Ἔρχου11 καὶ ⸂εἶδον, καὶ⸃ ἰδοὺ ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ ὄνομα αὐτῷ ὁ Θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει ⸂μετʼ αὐτοῦ⸃, καὶ ἐδόθη ⸀αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.12 13 14
Καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν ⸀μαρτυρίαν15 ἣν εἶχον. καὶ ἔκραξαν φωνῇ μεγάλῃ λέγοντες· Ἕως πότε, ὁ δεσπότης ὁ ἅγιος καὶ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς; καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα ⸀ἀναπαύσονται16 ἔτι χρόνον ⸀μικρόν17 ἕως ⸀πληρωθῶσιν18 καὶ οἱ σύνδουλοι αὐτῶν19 καὶ οἱ ἀδελφοὶ ⸀αὐτῶν οἱ μέλλοντες ⸀ἀποκτέννεσθαι20 ὡς καὶ αὐτοί.
Καὶ εἶδον ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος ⸂ἐγένετο μέλας21 ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη ἐγένετο ὡς αἷμα, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, ὡς συκῆ ⸀βάλλει22 τοὺς ὀλύνθους αὐτῆς ὑπὸ ἀνέμου μεγάλου σειομένη, καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν. καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων· καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις· Πέσετε ἐφʼ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου, ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς ⸀αὐτῶν23 καὶ τίς δύναται σταθῆναι;
Source notes (23)
- Footnote ὅτε WH Treg NA28 ] ὅτι RP
- Footnote Ἔρχου WH Treg NA28 ] + καὶ ἴδε RP
- Footnote εἶδον καὶ WH Treg NA28 ] – RP
- Footnote σφραγῖδα τὴν δευτέραν WH Treg NA28 ] δευτέραν σφραγῖδα RP
- Footnote καὶ WH Treg NA28 ] – RP
- Footnote σφάξουσιν WH Treg NA28 ] σφάξωσιν RP
- Footnote εἶδον WH Treg NA28 ] ἴδε RP
- Footnote ὡς WH Treg NA28 ] – RP
- Footnote κριθῶν WH Treg NA28 ] κριθῆς RP
- Footnote φωνὴν WH Treg NA28 ] – RP
- Footnote Ἔρχου WH Treg NA28 ] + καὶ ἴδε RP
- Footnote εἶδον καὶ WH Treg NA28 ] – RP
- Footnote μετʼ αὐτοῦ WH Treg NA28 ] αὐτῷ RP
- Footnote αὐτοῖς WH Treg NA28 ] αὐτῷ RP
- Footnote μαρτυρίαν WH Treg NA28 ] + τοῦ ἀρνίου RP
- Footnote ἀναπαύσονται WH Treg NA28 ] ἀναπαύσωνται RP
- Footnote μικρόν WH Treg NA28 ] – RP
- Footnote πληρωθῶσιν WH NA28 ] πληρώσωσιν Treg RP
- Footnote αὐτῶν WH Treg NA28 ] + καὶ RP
- Footnote ἀποκτέννεσθαι WH Treg NA28 ] ἀποκτένεσθαι RP
- Footnote ἐγένετο μέλας WH Treg NA28 ] μέλας ἐγένετο RP
- Footnote βάλλει WH Treg NA28 ] βαλοῦσα RP
- Footnote αὐτῶν WH Treg NA28 ] αὐτοῦ RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.