Η Καινή Διαθήκη
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5
Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ⸀ὄπισθεν1 κατεσφραγισμένον σφραγῖσιν ἑπτά. καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· Τίς ⸀ἄξιος2 ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ ⸀οὐρανῷ3 ⸂οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ4 ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. καὶ ⸀ἐγὼ5 ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό· καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ⸀ἀνοῖξαι6 τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ⸀ἑστηκὸς7 ὡς ἐσφαγμένον, ⸀ἔχων8 κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ⸀οἵ9 εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ, ⸀ἀπεσταλμένοι10 εἰς πᾶσαν τὴν γῆν. καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν ⸀αἱ11 προσευχαὶ τῶν ἁγίων· καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ ⸀θεῷ12 ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους, καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν ⸀βασιλείαν13 καὶ ἱερεῖς, καὶ ⸀βασιλεύουσιν14 ἐπὶ τῆς γῆς.
Καὶ εἶδον, καὶ ⸀ἤκουσα15 φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων, λέγοντες φωνῇ μεγάλῃ· Ἄξιόν ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν ⸀καὶ16 πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν. καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς ⸀θαλάσσης17 καὶ τὰ ἐν αὐτοῖς ⸀πάντα18 ἤκουσα λέγοντας· Τῷ καθημένῳ ἐπὶ ⸂τῷ θρόνῳ19 καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν ⸀αἰώνων20 καὶ τὰ τέσσαρα ζῷα ⸀ἔλεγον21 Ἀμήν. καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.
Source notes (21)
- Footnote ὄπισθεν WH Treg NA28 ] ἔξωθεν RP
- Footnote ἄξιος WH Treg NA28 ] + ἐστιν RP
- Footnote οὐρανῷ WH Treg NA28 ] + ἄνω RP
- Footnote οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ WH Treg NA28 ] οὔτε ἐπὶ τῆς γῆς οὔτε RP
- Footnote ἐγὼ WH Treg RP ] – NA28
- Footnote ἀνοῖξαι WH Treg NA28 ] ὁ ἀνοίγων RP
- Footnote ἑστηκὸς WH NA28 RP ] ἑστηκὼς Treg
- Footnote ἔχων WH Treg NA28 ] ἔχον RP
- Footnote οἵ WH Treg NA28 ] ἃ RP
- Footnote ἀπεσταλμένοι WH Treg NA28 ] ἀποστελλόμενα RP
- Footnote αἱ WH Treg NA28 ] – RP
- Footnote θεῷ WH NA28 ] + ἡμᾶς Treg RP
- Footnote βασιλείαν WH Treg NA28 ] βασιλεῖς RP
- Footnote βασιλεύουσιν WH Treg ] βασιλεύσουσιν NA28 RP
- Footnote ἤκουσα WH Treg NA28 ] + ὡς RP
- Footnote καὶ WH Treg NA28 ] + τὸν RP
- Footnote θαλάσσης Treg NA28 ] +ἐστίν WH RP
- Footnote πάντα WH Treg NA28 ] πάντας RP
- Footnote τῷ θρόνῳ NA28 ] τοῦ θρόνου WH Treg RP
- Footnote αἰώνων WH Treg NA28 ] + Ἀμήν RP
- Footnote ἔλεγον WH Treg NA28 ] λέγοντα τὸ RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.