Η Καινή Διαθήκη
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4
Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετʼ ἐμοῦ, λέγων· Ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι. μετὰ ταῦτα ⸀εὐθέως1 ἐγενόμην ἐν πνεύματι· καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος, ⸂καὶ ὁ καθήμενος2 ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ, καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ⸂ὅμοιος ὁράσει σμαραγδίνῳ3. καὶ κυκλόθεν τοῦ θρόνου ⸀θρόνοι4 εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς ⸀θρόνους5 εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους ⸀ἐν6 ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς. καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, ⸀ἅ7 εἰσιν ⸀τὰ8 ἑπτὰ πνεύματα τοῦ θεοῦ, καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη ὁμοία κρυστάλλῳ.
Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν· καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον ⸀ἔχων9 ⸂τὸ πρόσωπον ὡς10 ἀνθρώπου, καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ· καὶ τὰ τέσσαρα ζῷα, ἓν ⸂καθʼ ἓν11 ⸀αὐτῶν12 ⸀ἔχων13 ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν· καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες· Ἅγιος ἅγιος ἅγιος κύριος, ὁ θεός, ὁ παντοκράτωρ, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος. καὶ ὅταν ⸀δώσουσιν14 τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ ⸂τῷ θρόνῳ15, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνήσουσιν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου, λέγοντες· Ἄξιος εἶ, ὁ κύριος καὶ ὁ θεὸς ⸀ἡμῶν16 λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν, ὅτι σὺ ἔκτισας ⸀τὰ17 πάντα, καὶ διὰ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν.
Source notes (17)
- Footnote εὐθέως WH Treg NA28 ] Καὶ εὐθέως RP
- Footnote καὶ ὁ καθήμενος WH Treg NA28 ] – RP
- Footnote ὅμοιος ὁράσει σμαραγδίνῳ WH Treg NA28 ] ὁμοίως ὅρασις σμαραγδίνων RP
- Footnote θρόνοι WH Treg RP ] θρόνους NA28
- Footnote θρόνους WH Treg NA28 ] + τοὺς RP
- Footnote ἐν Treg NA28 RP ] – WH
- Footnote ἅ WH NA28 ] αἵ Treg; αὐτοῦ αἵ RP
- Footnote τὰ WH Treg NA28 ] – RP
- Footnote ἔχων WH Treg NA28 ] ἔχον RP
- Footnote τὸ πρόσωπον ὡς WH Treg NA28 ] πρόσωπον RP
- Footnote καθʼ ἓν WH NA28 RP ] ἕκαστον Treg
- Footnote αὐτῶν WH Treg NA28 ] – RP
- Footnote ἔχων WH Treg NA28 ] ἔχον RP
- Footnote δώσουσιν WH Treg NA28 ] δῶσιν RP
- Footnote τῷ θρόνῳ Treg NA28 ] τοῦ θρόνου WH RP
- Footnote ἡμῶν WH Treg NA28 ] + ὁ ἅγιος RP
- Footnote τὰ WH Treg NA28 ] – RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.