Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7

⸀Μετὰ1 τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ ⸀πᾶν2 δένδρον. καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος, καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, λέγων· Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ⸀ἄχρι3 σφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.

Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ⸀ἑκατὸν4 τεσσεράκοντα τέσσαρες χιλιάδες, ⸀ἐσφραγισμένοι5 ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·

ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ⸀ἐσφραγισμένοι6

ἐκ φυλῆς Ῥουβὴν δώδεκα χιλιάδες,

ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Νεφθαλὶμ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες,

ἐκ φυλῆς Λευὶ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Ἰσσαχὰρ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες,7

ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες ⸀ἐσφραγισμένοι.

Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι ⸀αὐτὸν8 οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ⸀ἑστῶτες9 ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ ⸀φοίνικες10 ἐν ταῖς χερσὶν αὐτῶν· καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες· Ἡ σωτηρία τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ. καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ, λέγοντες· Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι· Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον; καὶ ⸀εἴρηκα11 αὐτῷ· Κύριέ μου, σὺ οἶδας. καὶ εἶπέν μοι· Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν ⸀αὐτὰς12 ἐν τῷ αἵματι τοῦ ἀρνίου. διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου13 τοῦ θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ, καὶ ὁ καθήμενος ἐπὶ ⸂τοῦ θρόνου⸃ σκηνώσει ἐπʼ αὐτούς. οὐ πεινάσουσιν ἔτι ⸀οὐδὲ14 διψήσουσιν ἔτι, οὐδὲ μὴ πέσῃ ἐπʼ αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα, ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ⸀ποιμανεῖ15 αὐτούς, καὶ ⸀ὁδηγήσει16 αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων· καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.

Source notes (16)
  1. Footnote Μετὰ WH NA28 ] Καὶ μετὰ Treg RP
  2. Footnote πᾶν WH NA28 ] τι Treg RP
  3. Footnote ἄχρι WH Treg NA28 ] + οὗ RP
  4. Footnote ἑκατὸν WH Treg NA28 ] + καὶ RP
  5. Footnote ἐσφραγισμένοι WH Treg NA28 ] ἐσφραγισμένων RP
  6. Footnote ἐσφραγισμένοι WH Treg NA28 ] ἐσφραγισμέναι RP
  7. Footnote ἐσφραγισμένοι WH Treg NA28 ] ἐσφραγισμέναι RP
  8. Footnote αὐτὸν WH Treg NA28 ] – RP
  9. Footnote ἑστῶτες WH Treg NA28 ] ἑστώτας RP
  10. Footnote φοίνικες WH Treg NA28 ] φοίνικας RP
  11. Footnote εἴρηκα WH Treg NA28 ] εἶπον RP
  12. Footnote αὐτὰς WH Treg NA28 ] – RP
  13. Footnote τοῦ θρόνου WH Treg NA28 ] τῷ θρόνῳ RP
  14. Footnote οὐδὲ WH Treg NA28 ] οὐδʼ οὐ RP
  15. Footnote ποιμανεῖ WH Treg NA28 ] ποιμαίνει RP
  16. Footnote ὁδηγήσει WH Treg NA28 ] ὁδηγεῖ RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.