Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18

Ταῦτα ⸀εἰπὼν1 Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ2 πέραν τοῦ χειμάρρου ⸀τοῦ Κεδρὼν ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις ⸀συνήχθη3 Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν4 ἀρχιερέων καὶ ⸂ἐκ τῶν⸃ Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων. Ἰησοῦς ⸀οὖν5 εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπʼ αὐτὸν ⸂ἐξῆλθεν, καὶ λέγει⸃ αὐτοῖς· Τίνα ζητεῖτε;6 ἀπεκρίθησαν αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον. λέγει ⸀αὐτοῖς7 Ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετʼ αὐτῶν. ὡς οὖν εἶπεν ⸀αὐτοῖς8 Ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί. πάλιν οὖν ⸂ἐπηρώτησεν αὐτούς9 · Τίνα ζητεῖτε; οἱ δὲ εἶπαν· Ἰησοῦν τὸν Ναζωραῖον. ἀπεκρίθη Ἰησοῦς· Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ⸀ὠτάριον10 τὸ δεξιόν. ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος. εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ· Βάλε τὴν ⸀μάχαιραν11 εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό; Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν καὶ ⸀ἤγαγον12 πρὸς Ἅνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου· ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ⸀ἀποθανεῖν13 ὑπὲρ τοῦ λαοῦ. Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος ⸀καὶ14 ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, ὁ15 δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος ⸀ὁ γνωστὸς ⸂τοῦ ἀρχιερέως16 καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον. λέγει οὖν ⸂τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός17 · Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος· Οὐκ εἰμί. εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ ⸂καὶ ὁ Πέτρος μετʼ αὐτῶν18 ἑστὼς καὶ θερμαινόμενος. Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. ἀπεκρίθη ⸀αὐτῷ19 Ἰησοῦς· Ἐγὼ παρρησίᾳ ⸀λελάληκα20 τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου ⸀πάντες21 οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν· τί με ⸂ἐρωτᾷς; ἐρώτησον22 τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ. ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς ⸂παρεστηκὼς τῶν ὑπηρετῶν23 ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ εἰπών· Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ; ἀπεκρίθη ⸀αὐτῷ24 Ἰησοῦς· Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; ἀπέστειλεν ⸀οὖν25 αὐτὸν ὁ Ἅννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα. Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὖν αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; ⸀ἠρνήσατο26 ἐκεῖνος καὶ εἶπεν· Οὐκ εἰμί. λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον· Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετʼ αὐτοῦ; πάλιν οὖν ⸀ἠρνήσατο27 Πέτρος· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν. Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν ⸀ἀλλὰ28 φάγωσιν τὸ πάσχα. ἐξῆλθεν οὖν ὁ Πιλᾶτος ⸀ἔξω29 πρὸς αὐτοὺς καὶ ⸀φησίν30 Τίνα κατηγορίαν φέρετε ⸀κατὰ31 τοῦ ἀνθρώπου τούτου; ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Εἰ μὴ ἦν οὗτος ⸂κακὸν ποιῶν32, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. εἶπεν οὖν αὐτοῖς ⸀ὁ33 Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. ⸀εἶπον34 αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα· ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν. Εἰσῆλθεν οὖν ⸂πάλιν εἰς τὸ πραιτώριον35 ὁ Πιλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ⸀ἀπεκρίθη36 Ἰησοῦς· ⸂Ἀπὸ σεαυτοῦ37 σὺ τοῦτο λέγεις ἢ ἄλλοι ⸂εἶπόν σοι38 περὶ ἐμοῦ; ἀπεκρίθη ὁ Πιλᾶτος· Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; ἀπεκρίθη Ἰησοῦς· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ⸂οἱ ἐμοὶ ἠγωνίζοντο ἄν39, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν. εἶπεν οὖν αὐτῷ ὁ 40 Πιλᾶτος· Οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη ⸀ὁ Ἰησοῦς· Σὺ λέγεις ὅτι βασιλεύς ⸀εἰμι41 ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ· πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. λέγει αὐτῷ ὁ Πιλᾶτος· Τί ἐστιν ἀλήθεια; Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς· Ἐγὼ οὐδεμίαν ⸂εὑρίσκω ἐν αὐτῷ αἰτίαν42 · ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ⸂ἀπολύσω ὑμῖν⸃43 ἐν τῷ πάσχα· βούλεσθε οὖν ⸄ἀπολύσω ὑμῖν⸅44 τὸν βασιλέα τῶν Ἰουδαίων; ἐκραύγασαν οὖν ⸀πάλιν45 λέγοντες· Μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν. ἦν δὲ ὁ Βαραββᾶς λῃστής.

Source notes (45)
  1. Footnote εἰπὼν WH Treg NA28 ] + ὁ RP
  2. Footnote τοῦ Treg NA28 ] τῶν WH RP
  3. Footnote συνήχθη WH Treg NA28 ] + ὁ RP
  4. Footnote ἐκ τῶν WH Treg NA28 ] – RP
  5. Footnote οὖν WH NA28 RP ] δὲ Treg
  6. Footnote ἐξῆλθεν καὶ λέγει WH Treg NA28 ] ἐξελθὼν εἶπεν RP
  7. Footnote αὐτοῖς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
  8. Footnote αὐτοῖς WH Treg NA28 ] + ὅτι RP
  9. Footnote ἐπηρώτησεν αὐτούς WH Treg NA28 ] αὐτούς ἐπηρώτησεν RP
  10. Footnote ὠτάριον WH Treg NA28 ] ὠτίον RP
  11. Footnote μάχαιραν WH Treg NA28 ] + σου RP
  12. Footnote ἤγαγον WH Treg NA28 ] ἀπήγαγον αὐτὸν RP
  13. Footnote ἀποθανεῖν WH Treg NA28 ] ἀπολέσθαι RP
  14. Footnote καὶ WH NA28 ] + ὁ Treg RP
  15. Footnote ὁ WH Treg NA28 ] ὅς ἦν RP
  16. Footnote τοῦ ἀρχιερέως WH Treg NA28 ] τῷ ἀρχιερεῖ RP
  17. Footnote τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός WH Treg NA28 ] ἡ παιδίσκη ἡ θυρωρός τῷ Πέτρῳ RP
  18. Footnote καὶ ὁ Πέτρος μετʼ αὐτῶν WH Treg NA28 ] μετʼ αὐτῶν ὁ Πέτρος RP
  19. Footnote αὐτῷ WH Treg NA28 ] + ὁ RP
  20. Footnote λελάληκα WH Treg NA28 ] ἐλάλησα RP
  21. Footnote πάντες WH Treg NA28 ] πάντοτε RP
  22. Footnote ἐρωτᾷς; ἐρώτησον WH Treg NA28 ] ἐπερωτᾷς; Ἐπερώτησον RP
  23. Footnote παρεστηκὼς τῶν ὑπηρετῶν WH Treg NA28 ] τῶν ὑπηρετῶν παρεστηκὼς RP
  24. Footnote αὐτῷ WH Treg NA28 ] + ὁ RP
  25. Footnote οὖν WH Treg NA28 ] – RP
  26. Footnote ἠρνήσατο WH Treg NA28 ] + οὖν RP
  27. Footnote ἠρνήσατο WH Treg NA28 ] + ὁ RP
  28. Footnote ἀλλὰ WH Treg NA28 ] ἀλλʼ ἵνα RP
  29. Footnote ἔξω WH Treg NA28 ] – RP
  30. Footnote φησίν WH Treg NA28 ] εἶπεν RP
  31. Footnote κατὰ Treg NA28 RP ] – WH
  32. Footnote κακὸν ποιῶν WH Treg NA28 ] κακοποιός RP
  33. Footnote ὁ Treg NA28 RP ] – WH
  34. Footnote εἶπον WH Treg NA28 ] + οὖν RP
  35. Footnote πάλιν εἰς τὸ πραιτώριον WH Treg NA28 ] εἰς τὸ πραιτώριον πάλιν RP
  36. Footnote ἀπεκρίθη WH Treg NA28 ] + αὐτῷ ὁ RP
  37. Footnote Ἀπὸ σεαυτοῦ WH Treg NA28 ] Ἀφʼ ἑαυτοῦ RP
  38. Footnote εἶπόν σοι WH Treg NA28 ] σοι εἶπόν RP
  39. Footnote οἱ ἐμοὶ ἠγωνίζοντο ἄν WH Treg NA28 ] ἄν οἱ ἐμοὶ ἠγωνίζοντο RP
  40. Footnote ὁ WH Treg NA28 ] – RP
  41. Footnote εἰμι WH Treg NA28 ] + ἐγώ RP
  42. Footnote εὑρίσκω ἐν αὐτῷ αἰτίαν WH Treg NA28 ] αἰτίαν εὑρίσκω ἐν αὐτῷ RP
  43. Footnote ⸂ἀπολύσω ὑμῖν⸃ WH Treg NA28 ] ὑμῖν ἀπολύσω RP
  44. Footnote ⸄ἀπολύσω ὑμῖν⸅ WH Treg NA28 ] ὑμῖν ἀπολύσω RP
  45. Footnote πάλιν WH NA28 ] + πάντες Treg RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.