Η Καινή Διαθήκη
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19
Τότε οὖν ἔλαβεν ὁ Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν. καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, καὶ ⸂ἤρχοντο πρὸς αὐτὸν καὶ1 ἔλεγον· Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα. ⸂καὶ ἐξῆλθεν2 πάλιν ἔξω ὁ Πιλᾶτος καὶ λέγει αὐτοῖς· Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι ⸂οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ3. ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς· ⸀Ἰδοὺ4 ὁ ἄνθρωπος. ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες· Σταύρωσον ⸀σταύρωσον5 λέγει αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμεῖς νόμον6 ἔχομεν, καὶ κατὰ τὸν ⸀νόμον ὀφείλει ἀποθανεῖν, ὅτι ⸂υἱὸν θεοῦ ἑαυτὸν7 ἐποίησεν.
Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ· Πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ⸂ἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί8 σε; ἀπεκρίθη ⸀αὐτῷ9 Ἰησοῦς· Οὐκ εἶχες ἐξουσίαν ⸂κατʼ ἐμοῦ οὐδεμίαν10 εἰ μὴ ἦν ⸂δεδομένον σοι11 ἄνωθεν· διὰ τοῦτο ὁ ⸀παραδούς12 μέ σοι μείζονα ἁμαρτίαν ἔχει. ἐκ τούτου ⸂ὁ Πιλᾶτος ἐζήτει13 ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι ⸀ἐκραύγασαν14 λέγοντες· Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.
Ὁ οὖν Πιλᾶτος ἀκούσας ⸂τῶν λόγων τούτων15 ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ⸀ἐπὶ16 βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθα. ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα ⸂ἦν ὡς17 ἕκτη. καὶ λέγει τοῖς Ἰουδαίοις· Ἴδε ὁ βασιλεὺς ὑμῶν. ⸂ἐκραύγασαν οὖν ἐκεῖνοι18 · Ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. τότε οὖν19 παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.20
Παρέλαβον ⸀οὖν τὸν ⸀Ἰησοῦν· καὶ βαστάζων ⸂αὑτῷ τὸν σταυρὸν21 ἐξῆλθεν εἰς ⸀τὸν22 λεγόμενον Κρανίου Τόπον, ⸀ὃ23 λέγεται Ἑβραϊστὶ Γολγοθα, ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετʼ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν. ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων. τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, ⸂Ῥωμαϊστί, Ἑλληνιστί⸃.24 ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων· Μὴ γράφε· Ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλʼ ὅτι ἐκεῖνος εἶπεν Βασιλεὺς ⸂τῶν Ἰουδαίων εἰμί25. ἀπεκρίθη ὁ Πιλᾶτος· Ὃ γέγραφα γέγραφα. οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς διʼ ὅλου· εἶπαν οὖν πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ ⸂ἡ λέγουσα26 · Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.
Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα λέγει τῇ ⸀μητρί27 Γύναι, ⸀ἴδε28 ὁ υἱός σου· εἶτα λέγει τῷ μαθητῇ· ⸀Ἴδε29 ἡ μήτηρ σου. καὶ ἀπʼ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
Μετὰ τοῦτο ⸀εἰδὼς30 ὁ Ἰησοῦς ὅτι ⸂ἤδη πάντα31 τετέλεσται ἵνα τελειωθῇ ἡ γραφὴ λέγει· Διψῶ. ⸀σκεῦος32 ἔκειτο ὄξους μεστόν· ⸂σπόγγον οὖν μεστὸν τοῦ33 ὄξους ⸀ὑσσώπῳ34 περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι. ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ Ἰησοῦς εἶπεν· Τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα.
Οἱ οὖν Ἰουδαῖοι, ⸂ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ⸃, ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου, ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν.35 ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ· ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον ⸂ἤδη αὐτὸν36 τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, ἀλλʼ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ ⸂ἐξῆλθεν εὐθὺς37 αἷμα καὶ ὕδωρ. καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινὴ ⸂αὐτοῦ ἐστιν38 ἡ μαρτυρία, καὶ39 ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα ⸀καὶ ὑμεῖς ⸀πιστεύητε40 ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ· Ὀστοῦν οὐ συντριβήσεται ⸀αὐτοῦ41 καὶ πάλιν ἑτέρα γραφὴ λέγει· Ὄψονται εἰς ὃν ἐξεκέντησαν.
Μετὰ ⸀δὲ42 ταῦτα ἠρώτησεν τὸν Πιλᾶτον Ἰωσὴφ ⸀ἀπὸ43 Ἁριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα ⸀αὐτοῦ44 ἦλθεν δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς ⸀αὐτὸν45 νυκτὸς τὸ πρῶτον, φέρων ⸀μίγμα46 σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν. ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν ⸀αὐτὸ47 ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν. ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ⸂ἦν τεθειμένος48 · ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.
Source notes (48)
- Footnote ἤρχοντο πρὸς αὐτὸν καὶ WH Treg NA28 ] – RP
- Footnote καὶ ἐξῆλθεν WH Treg NA28 ] Ἐξῆλθεν οὖν RP
- Footnote οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ WH Treg NA28 ] ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω RP
- Footnote Ἰδοὺ WH Treg NA28 ] Ἴδε RP
- Footnote σταύρωσον WH Treg NA28 ] + αὐτὸν RP
- Footnote νόμον WH Treg NA28 ] + ἡμῶν RP
- Footnote υἱὸν θεοῦ ἑαυτὸν WH Treg NA28 ] ἑαυτὸν υἱὸν θεοῦ RP
- Footnote ἀπολῦσαί σε … ἔχω σταυρῶσαί WH Treg NA28 ] σταυρῶσαί σε … ἔχω ἀπολῦσαί RP
- Footnote αὐτῷ WH Treg NA28 ] – RP
- Footnote κατʼ ἐμοῦ οὐδεμίαν WH Treg NA28 ] οὐδεμίαν κατʼ ἐμοῦ RP
- Footnote δεδομένον σοι WH Treg NA28 ] σοι δεδομένον RP
- Footnote παραδούς WH NA28 ] παραδιδούς Treg RP
- Footnote ὁ Πιλᾶτος ἐζήτει WH Treg NA28 ] ἐζήτει ὁ Πιλᾶτος RP
- Footnote ἐκραύγασαν WH Treg NA28 ] ἔκραζον RP
- Footnote τῶν λόγων τούτων WH Treg NA28 ] τοῦτον τὸν λόγον RP
- Footnote ἐπὶ WH Treg NA28 ] + τοῦ RP
- Footnote ἦν ὡς WH Treg NA28 ] δὲ ὡσεὶ RP
- Footnote ἐκραύγασαν οὖν ἐκεῖνοι WH Treg NA28 ] Οἱ δὲ ἐκραύγασαν RP
- Footnote οὖν WH Treg NA28 ] δὲ RP
- Footnote Ἰησοῦν WH Treg NA28 ] + καὶ ἤγαγον RP
- Footnote αὑτῷ τὸν σταυρὸν WH Treg ] ἑαυτῷ τὸν σταυρὸν NA28; τὸν σταυρὸν αὐτοῦ RP
- Footnote τὸν WH Treg NA28 ] τόπον RP
- Footnote ὃ WH Treg NA28 ] ὅς RP
- Footnote Ῥωμαϊστί Ἑλληνιστί WH Treg NA28 ] Ἑλληνιστί Ῥωμαϊστί RP
- Footnote τῶν Ἰουδαίων εἰμί WH Treg ] εἰμι τῶν Ἰουδαίων NA28 RP
- Footnote ἡ λέγουσα Treg NA28 RP ] – WH
- Footnote μητρί WH Treg NA28 ] + αὐτοῦ RP
- Footnote ἴδε WH Treg NA28 ] ἰδοὺ RP
- Footnote Ἴδε WH Treg NA28 ] Ἰδοὺ RP
- Footnote εἰδὼς WH Treg NA28 ] ἰδὼν RP
- Footnote ἤδη πάντα WH Treg NA28 ] πάντα ἤδη RP
- Footnote σκεῦος WH Treg NA28 ] + οὖν RP
- Footnote σπόγγον οὖν μεστὸν τοῦ WH Treg NA28 ] οἱ δέ πλήσαντες σπόγγον RP
- Footnote ὑσσώπῳ WH Treg NA28 ] καὶ ὑσσώπῳ RP
- Footnote ἐπεὶ παρασκευὴ ἦν ἵνα … σαββάτῳ WH Treg NA28 ] ἵνα … σαββάτῳ ἐπεὶ παρασκευὴ ἦν RP
- Footnote ἤδη αὐτὸν WH Treg NA28 ] αὐτὸν ἤδη RP
- Footnote ἐξῆλθεν εὐθὺς WH Treg NA28 ] εὐθέως ἐξῆλθεν RP
- Footnote αὐτοῦ ἐστιν WH Treg NA28 ] ἐστιν αὐτοῦ RP
- Footnote καὶ WH Treg NA28 ] – RP
- Footnote πιστεύητε WH Treg ] πιστεύσητε NA28 RP
- Footnote αὐτοῦ WH Treg NA28 ] ἀπʼ αὐτοῦ RP
- Footnote δὲ WH Treg NA28 ] – RP
- Footnote ἀπὸ WH Treg ] ὁ ἀπὸ NA28 RP
- Footnote αὐτοῦ WH Treg NA28 ] τοῦ Ἰησοῦ RP
- Footnote αὐτὸν WH Treg NA28 ] τὸν Ἰησοῦν RP
- Footnote μίγμα Treg NA28 RP ] ἕλιγμα WH
- Footnote αὐτὸ WH Treg NA28 ] + ἐν RP
- Footnote ἦν τεθειμένος WH NA28 ] ἐτέθη Treg RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.