Η Καινή Διαθήκη
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17
Ταῦτα ⸀ἐλάλησεν1 Ἰησοῦς, καὶ ⸂ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν2 · Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ⸀ἵνα3 ὁ ⸀υἱὸς4 δοξάσῃ σέ, καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ ⸀δώσῃ5 αὐτοῖς ζωὴν αἰώνιον. αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ⸀τελειώσας6 ὃ δέδωκάς μοι ἵνα ποιήσω· καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.
Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς ⸀ἔδωκάς7 μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν κἀμοὶ αὐτοὺς ⸁ἔδωκας8 καὶ τὸν λόγον σου τετήρηκαν. νῦν ἔγνωκαν ὅτι πάντα ὅσα ⸀δέδωκάς9 μοι παρὰ σοῦ ⸀εἰσιν10 ὅτι τὰ ῥήματα ἃ ⸀ἔδωκάς11 μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσιν, καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ ⸀αὐτοὶ12 ἐν τῷ κόσμῳ εἰσίν, κἀγὼ πρὸς σὲ ἔρχομαι. πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν ⸀καθὼς13 ἡμεῖς. ὅτε ἤμην μετʼ ⸀αὐτῶν14 ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ⸀ᾧ15 δέδωκάς μοι, ⸀καὶ16 ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ⸀ἑαυτοῖς17 ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου ἀλλʼ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. ἐκ τοῦ κόσμου οὐκ εἰσὶν καθὼς ἐγὼ ⸂οὐκ εἰμὶ ἐκ τοῦ κόσμου18. ἁγίασον αὐτοὺς ἐν τῇ ⸀ἀληθείᾳ19 ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν. καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον· καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα ⸂ὦσιν καὶ αὐτοὶ20 ἡγιασμένοι ἐν ἀληθείᾳ.
Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, ἵνα πάντες ἓν ὦσιν, καθὼς σύ, ⸀πάτερ21 ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ⸀ἡμῖν22 ὦσιν, ἵνα ὁ κόσμος ⸀πιστεύῃ23 ὅτι σύ με ἀπέστειλας. κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ⸀ἕν24 ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα25 ὦσιν τετελειωμένοι εἰς ἕν, ⸀ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας. ⸀πάτερ26 ⸀ὃ27 δέδωκάς28 μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετʼ ἐμοῦ, ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμὴν ἣν ⸀δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.
⸀Πάτερ29 δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας, καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω, ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ κἀγὼ ἐν αὐτοῖς.
Source notes (29)
- Footnote ἐλάλησεν WH Treg NA28 ] + ὁ RP
- Footnote ἐπάρας τοὺς … οὐρανὸν εἶπεν WH Treg NA28 ] ἐπῆρεν τοὺς … οὐρανὸν καὶ εἶπεν RP
- Footnote ἵνα WH Treg NA28 ] + καὶ RP
- Footnote υἱὸς WH Treg NA28 ] + σου RP
- Footnote δώσῃ Treg NA28 ] δώσει WH RP
- Footnote τελειώσας WH Treg NA28 ] ἐτελείωσα RP
- Footnote ⸀ἔδωκάς WH Treg NA28 ] δέδωκάς RP
- Footnote ⸁ἔδωκας WH Treg NA28 ] δέδωκας RP
- Footnote δέδωκάς Treg NA28 RP ] ἔδωκάς WH
- Footnote εἰσιν WH Treg NA28 ] ἐστιν RP
- Footnote ἔδωκάς WH Treg NA28 ] δέδωκάς RP
- Footnote αὐτοὶ WH NA28 ] οὗτοι Treg RP
- Footnote καθὼς WH NA28 RP ] + καὶ Treg
- Footnote αὐτῶν WH Treg NA28 ] + ἐν τῷ κόσμῳ RP
- Footnote ᾧ WH Treg NA28 ] οὓς RP
- Footnote καὶ WH Treg NA28 ] – RP
- Footnote ἑαυτοῖς WH Treg NA28 ] αὐτοῖς RP
- Footnote οὐκ εἰμὶ ἐκ τοῦ κόσμου WH Treg NA28 ] ἐκ τοῦ κόσμου οὐκ εἰμὶ RP
- Footnote ἀληθείᾳ WH Treg NA28 ] + σου RP
- Footnote ὦσιν καὶ αὐτοὶ WH Treg NA28 ] καὶ αὐτοὶ ὦσιν RP
- Footnote πάτερ WH NA28 RP ] πατὴρ Treg
- Footnote ἡμῖν WH Treg NA28 ] + ἓν RP
- Footnote πιστεύῃ WH Treg NA28 ] πιστεύσῃ RP
- Footnote ἕν WH Treg NA28 ] + ἐσμεν RP
- Footnote ἵνα WH Treg NA28 ] καὶ ἵνα RP
- Footnote πάτερ WH NA28 RP ] Πατήρ Treg
- Footnote ὃ WH Treg NA28 ] οὕς RP
- Footnote δέδωκάς WH Treg NA28 ] ἔδωκάς RP
- Footnote Πάτερ WH NA28 RP ] Πατὴρ Treg
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.