Η Καινή Διαθήκη
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16
Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλʼ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ. καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ. ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα ⸀αὐτῶν1 μνημονεύητε ⸁αὐτῶν2 ὅτι ἐγὼ εἶπον ὑμῖν.
Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθʼ ὑμῶν ἤμην. νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις; ἀλλʼ ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. ἀλλʼ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν ⸀γὰρ3 μὴ ἀπέλθω, ὁ παράκλητος ⸂οὐ μὴ ἔλθῃ4 πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως· περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν ⸀πατέρα5 ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με· περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.
Ἔτι πολλὰ ἔχω ⸂ὑμῖν λέγειν6, ἀλλʼ οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς ⸂ἐν τῇ ἀληθείᾳ πάσῃ7, οὐ γὰρ λαλήσει ἀφʼ ἑαυτοῦ, ἀλλʼ ὅσα ⸀ἀκούσει8 λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν. πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν.
Μικρὸν καὶ ⸀οὐκέτι9 θεωρεῖτέ με10 καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ ⸀με. εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καί· ⸀Ὅτι11 ὑπάγω πρὸς τὸν πατέρα; ἔλεγον οὖν· ⸂Τί ἐστιν τοῦτο12 ὃ ⸀λέγει13 μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ. ⸀ἔγνω14 Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· Περὶ τούτου ζητεῖτε μετʼ ἀλλήλων ὅτι εἶπον· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς15 ὁ δὲ κόσμος χαρήσεται· ⸀ὑμεῖς λυπηθήσεσθε, ἀλλʼ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. καὶ ὑμεῖς οὖν ⸂νῦν μὲν λύπην16 ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς ⸀αἴρει17 ἀφʼ ὑμῶν. καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ⸂ἄν τι18 αἰτήσητε τὸν πατέρα ⸂δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου19. ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήμψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.
Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ⸀ἔρχεται20 ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ⸀ἀπαγγελῶ21 ὑμῖν. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν· αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ ⸀θεοῦ22 ἐξῆλθον. ἐξῆλθον ⸀ἐκ23 τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα.
⸀Λέγουσιν24 οἱ μαθηταὶ αὐτοῦ· Ἴδε νῦν ⸀ἐν25 παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις. νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες. ἀπεκρίθη ⸀αὐτοῖς26 Ἰησοῦς· Ἄρτι πιστεύετε; ἰδοὺ ἔρχεται ὥρα ⸀καὶ27 ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετʼ ἐμοῦ ἐστιν. ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε· ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.
Source notes (27)
- Footnote ⸀αὐτῶν WH Treg NA28 ] – NIV RP
- Footnote ⸁αὐτῶν WH Treg RP NA28 ] – NIV
- Footnote γὰρ WH Treg NA28 ] + ἐγὼ RP
- Footnote οὐ μὴ ἔλθῃ WH Treg ] οὐκ ἐλεύσεται NA28 RP
- Footnote πατέρα WH Treg NA28 ] + μου RP
- Footnote ὑμῖν λέγειν WH Treg NA28 ] λέγειν ὑμῖν RP
- Footnote ἐν τῇ ἀληθείᾳ πάσῃ NA28 ] εἰς τὴν ἀλήθειαν πᾶσαν WH Treg; εἰς πᾶσαν τὴν ἀλήθειαν RP
- Footnote ἀκούσει Treg NA28 ] ἀκούει WH; ἂν ἀκούσῃ RP
- Footnote οὐκέτι WH Treg NA28 ] οὐ RP
- Footnote με WH Treg NA28 ] + ὅτι ὑπάγω πρὸς τὸν πατέρα RP
- Footnote Ὅτι WH Treg NA28 ] + Ἐγὼ RP
- Footnote Τί ἐστιν τοῦτο WH Treg NA28 ] Τοῦτο τί ἐστιν RP
- Footnote λέγει WH Treg ] + τὸ NA28 RP
- Footnote ἔγνω WH Treg ] + ὁ NA28; + οὖν ὁ RP
- Footnote ὑμεῖς WH Treg NA28 ] + δὲ RP
- Footnote νῦν μὲν λύπην WH Treg NA28 ] λύπην μὲν νῦν RP
- Footnote αἴρει NA28 RP ] ἀρεῖ WH Treg
- Footnote ἄν τι WH Treg NA28 ] ὅτι ὅσα ἄν RP
- Footnote δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου WH Treg ] ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν NA28 RP
- Footnote ἔρχεται WH Treg NA28 ] ἀλλʼ ἔρχεται RP
- Footnote ἀπαγγελῶ WH Treg NA28 ] ἀναγγελῶ RP
- Footnote θεοῦ NA28 RP ] πατρὸς WH Treg
- Footnote ἐκ WH Treg ] παρὰ NA28 RP
- Footnote Λέγουσιν WH Treg NA28 ] + αὐτῷ RP
- Footnote ἐν WH Treg NA28 ] – RP
- Footnote αὐτοῖς WH Treg NA28 ] + ὁ RP
- Footnote καὶ WH Treg NA28 ] νῦν RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.