Η Καινή Διαθήκη
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12
Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν ⸀Λάζαρος1 ὃν ἤγειρεν ἐκ νεκρῶν ⸀Ἰησοῦς2 ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκ3 ῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν ⸀ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ· ἡ οὖν ⸀Μαριὰμ4 λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. λέγει ⸀δὲ5 ⸂Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ6, ὁ μέλλων αὐτὸν παραδιδόναι· Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλʼ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ⸀ἔχων7 τὰ βαλλόμενα ἐβάσταζεν. εἶπεν οὖν ὁ Ἰησοῦς· Ἄφες αὐτήν, ⸀ἵνα8 εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου ⸀τηρήσῃ9 αὐτό· τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθʼ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
Ἔγνω ⸀οὖν10 ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλʼ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ διʼ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.
Τῇ ἐπαύριον ⸀ὁ11 ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ⸁ὁ12 Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ⸀ἐκραύγαζον13 Ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ⸂καὶ ὁ 14 βασιλεὺς τοῦ Ἰσραήλ. εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπʼ αὐτό, καθώς ἐστιν γεγραμμένον· Μὴ φοβοῦ, θυγάτηρ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου. ⸀ταῦτα15 οὐκ ἔγνωσαν ⸂αὐτοῦ οἱ μαθηταὶ16 τὸ πρῶτον, ἀλλʼ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπʼ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ. ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετʼ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. διὰ τοῦτο ⸀καὶ17 ὑπήντησεν αὐτῷ ὁ ὄχλος ὅτι ⸀ἤκουσαν18 τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς· Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ ⸀κόσμος19 ὀπίσω αὐτοῦ ἀπῆλθεν.
Ἦσαν δὲ ⸂Ἕλληνές τινες20 ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ· οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. ἔρχεται ⸀ὁ21 Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· ⸀ἔρχεται22 Ἀνδρέας καὶ23 Φίλιππος ⸀καὶ λέγουσιν τῷ Ἰησοῦ. ὁ δὲ Ἰησοῦς ⸀ἀποκρίνεται24 αὐτοῖς λέγων· Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ⸀ἀπολλύει25 αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. ἐὰν ἐμοί ⸂τις διακονῇ26 ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· ⸀ἐάν27 τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν ὁ πατήρ.
Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· Ἄγγελος αὐτῷ λελάληκεν. ἀπεκρίθη ⸂Ἰησοῦς καὶ εἶπεν28 · Οὐ διʼ ἐμὲ ⸂ἡ φωνὴ αὕτη29 γέγονεν ἀλλὰ διʼ ὑμᾶς. νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· κἀγὼ ⸀ἐὰν30 ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν. ἀπεκρίθη ⸀οὖν31 αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς ⸂λέγεις σὺ32 ⸀ὅτι33 δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς ⸂ἐν ὑμῖν34 ἐστιν. περιπατεῖτε ⸀ὡς35 τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ, καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει. ⸀ὡς36 τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.37
Ταῦτα ⸀ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπʼ αὐτῶν. τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν, ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν· Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἶπεν Ἠσαΐας· Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ⸀ἐπώρωσεν38 αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ ⸀στραφῶσιν39 καὶ ⸀ἰάσομαι40 αὐτούς. ταῦτα εἶπεν Ἠσαΐας ⸀ὅτι41 εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ. ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀποσυνάγωγοι γένωνται, ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ θεοῦ.
Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλὰ εἰς τὸν πέμψαντά με, καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ ⸀φυλάξῃ42 ἐγὼ οὐ κρίνω αὐτόν, οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον ἀλλʼ ἵνα σώσω τὸν κόσμον. ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλʼ ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν ⸀δέδωκεν43 τί εἴπω καὶ τί λαλήσω. καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν ⸂ἐγὼ λαλῶ44, καθὼς εἴρηκέν μοι ὁ πατήρ, οὕτως λαλῶ.
Source notes (44)
- Footnote Λάζαρος WH NA28 ] + ὁ τεθνηκώς Treg RP
- Footnote Ἰησοῦς WH NA28 ] ὁ Ἰησοῦς Treg; – RP
- Footnote ἐκ WH Treg NA28 ] – RP
- Footnote Μαριὰμ WH Treg NA28 ] Μαρία RP
- Footnote δὲ WH NA28 ] οὖν Treg RP
- Footnote Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ WH Treg ] Ἰούδας ὁ Ἰσκαριώτης εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ NA28; εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ Ἰούδας Σίμωνος Ἰσκαριώτης RP
- Footnote ἔχων WH Treg NA28 ] εἶχεν καὶ RP
- Footnote ἵνα WH Treg NA28 ] – RP
- Footnote τηρήσῃ WH Treg NA28 ] τετήρηκεν RP
- Footnote οὖν Treg RP ] + ὁ WH NA28
- Footnote ⸀ὁ WH NA28 ] – Treg RP
- Footnote ⸁ὁ NA28 ] – WH Treg RP
- Footnote ἐκραύγαζον WH Treg NA28 ] ἔκραζον RP
- Footnote καὶ ὁ WH Treg NA28 ] – RP
- Footnote ταῦτα WH Treg NA28 ] + δὲ RP
- Footnote αὐτοῦ οἱ μαθηταὶ WH NA28 ] οἱ μαθηταὶ αὐτοῦ Treg RP
- Footnote καὶ WH RP NA28 ] – Treg NIV
- Footnote ἤκουσαν WH Treg NA28 ] ἤκουσεν RP
- Footnote κόσμος WH Treg RP NA28 ] + ὅλος NIV
- Footnote Ἕλληνές τινες WH Treg NA28 ] τινες Ἕλληνές RP
- Footnote ὁ WH Treg NA28 ] – RP
- Footnote ἔρχεται WH Treg NA28 ] καὶ πάλιν RP
- Footnote καὶ WH Treg NA28 ] – RP
- Footnote ἀποκρίνεται WH Treg NA28 ] ἀπεκρίνατο RP
- Footnote ἀπολλύει WH Treg NA28 ] ἀπολέσει RP
- Footnote τις διακονῇ WH Treg NA28 ] διακονῇ τις RP
- Footnote ἐάν WH Treg NA28 ] καὶ ἐάν RP
- Footnote Ἰησοῦς καὶ εἶπεν Treg NA28 RP ] καὶ εἶπεν Ἰησοῦς WH
- Footnote ἡ φωνὴ αὕτη WH Treg NA28 ] αὕτη ἡ φωνὴ RP
- Footnote ἐὰν Treg NA28 RP ] ἂν WH
- Footnote οὖν WH NA28 ] – Treg RP
- Footnote λέγεις σὺ WH Treg NA28 ] σὺ λέγεις RP
- Footnote ὅτι WH Treg NA28 ] – RP
- Footnote ἐν ὑμῖν WH Treg NA28 ] μεθʼ ὑμῶν RP
- Footnote ὡς WH Treg NA28 ] ἕως RP
- Footnote ὡς WH Treg NA28 ] Ἕως RP
- Footnote ἐλάλησεν WH Treg NA28 ] + ὁ RP
- Footnote ἐπώρωσεν WH Treg NA28 ] πεπώρωκεν RP
- Footnote στραφῶσιν WH Treg NA28 ] ἐπιστραφῶσιν RP
- Footnote ἰάσομαι WH Treg NA28 ] ἰάσωμαι RP
- Footnote ὅτι WH Treg NA28 ] ὅτε RP
- Footnote φυλάξῃ WH Treg NA28 ] πιστεύσῃ RP
- Footnote δέδωκεν WH Treg NA28 ] ἔδωκεν RP
- Footnote ἐγὼ λαλῶ WH Treg NA28 ] λαλῶ ἐγὼ RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.