Η Καινή Διαθήκη
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13
Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ⸀ἦλθεν1 αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς. καὶ δείπνου ⸀γινομένου2 τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ⸂ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος ⸀Ἰσκαριώτου⸃,3 4 ⸀εἰδὼς5 ὅτι πάντα ⸀ἔδωκεν6 αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν· εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον. ⸀λέγει7 ⸀αὐτῷ8 Κύριε, σύ μου νίπτεις τοὺς πόδας; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψῃς ⸂μου τοὺς πόδας9 εἰς τὸν αἰῶνα. ἀπεκρίθη ⸂Ἰησοῦς αὐτῷ10 · Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετʼ ἐμοῦ. λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. λέγει αὐτῷ ⸀ὁ11 Ἰησοῦς· Ὁ λελουμένος ⸂οὐκ ἔχει χρείαν12 ⸂εἰ μὴ13 τοὺς πόδας νίψασθαι, ἀλλʼ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλʼ οὐχὶ πάντες. ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν ⸀ὅτι14 Οὐχὶ πάντες καθαροί ἐστε.
Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν ⸀καὶ15 ἔλαβεν τὰ ἱμάτια αὐτοῦ ⸂καὶ ἀνέπεσεν16, πάλιν εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν; ὑμεῖς φωνεῖτέ με Ὁ διδάσκαλος καὶ Ὁ κύριος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ. εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας· ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε. ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα ⸀τίνας17 ἐξελεξάμην· ἀλλʼ ἵνα ἡ γραφὴ πληρωθῇ· Ὁ τρώγων ⸀μου18 τὸν ἄρτον ἐπῆρεν ἐπʼ ἐμὲ τὴν πτέρναν αὐτοῦ. ἀπʼ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα ⸂πιστεύσητε ὅταν γένηται19 ὅτι ἐγώ εἰμι. ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ⸀ἄν20 τινα πέμψω ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με.
Ταῦτα εἰπὼν ⸀ὁ21 Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. ⸀ἔβλεπον22 εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει. ⸀ἦν23 ἀνακείμενος εἷς ⸀ἐκ24 τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς· νεύει οὖν τούτῳ Σίμων Πέτρος ⸂πυθέσθαι τίς ἂν εἴη25 περὶ οὗ λέγει. ⸀ἀναπεσὼν26 ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ· Κύριε, τίς ἐστιν; ⸀ἀποκρίνεται27 ὁ Ἰησοῦς· Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ ⸀βάψω28 τὸ ψωμίον ⸂καὶ δώσω αὐτῷ29 · ⸂βάψας οὖν30 τὸ ⸀ψωμίον31 δίδωσιν Ἰούδᾳ Σίμωνος ⸀Ἰσκαριώτου32 καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ 33 Σατανᾶς. λέγει οὖν αὐτῷ ⸀ὁ Ἰησοῦς· Ὃ ποιεῖς ποίησον τάχιον. τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ· τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον ⸀εἶχεν34 Ἰούδας, ὅτι λέγει αὐτῷ ⸀ὁ35 Ἰησοῦς· Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ. λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ⸂ἐξῆλθεν εὐθύς36. ἦν δὲ νύξ.
Ὅτε ⸀οὖν37 ἐξῆλθεν ⸀λέγει38 Ἰησοῦς· Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ· ⸂εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ39 ⸃ καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν ⸀αὑτῷ40 καὶ εὐθὺς δοξάσει αὐτόν. τεκνία, ἔτι μικρὸν μεθʼ ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ⸂ἐγὼ ὑπάγω41 ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι. ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.
Λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; ⸀ἀπεκρίθη42 Ἰησοῦς· Ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ⸂ἀκολουθήσεις δὲ ὕστερον43. λέγει αὐτῷ ⸀ὁ44 Πέτρος· Κύριε, διὰ τί οὐ δύναμαί σοι ⸀ἀκολουθῆσαι45 ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. ⸀ἀποκρίνεται46 Ἰησοῦς· Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ ⸀ἀρνήσῃ47 με τρίς.
Source notes (47)
- Footnote ἦλθεν WH Treg NA28 ] ἐλήλυθεν RP
- Footnote γινομένου WH Treg NA28 ] γενομένου RP
- Footnote ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκ. WH Treg NA28 ] Ἰούδα Σίμωνος Ἰσκ. ἵνα αὐτὸν παραδῷ RP
- Footnote Ἰσκαριώτου NA28 RP ] Ἰσκαριώτης WH Treg
- Footnote εἰδὼς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
- Footnote ἔδωκεν WH Treg NA28 ] δέδωκεν RP
- Footnote λέγει WH Treg NA28 ] καὶ λέγει RP
- Footnote αὐτῷ WH NA28 ] + ἐκεῖνος Treg RP
- Footnote μου τοὺς πόδας WH Treg NA28 ] τοὺς πόδας μου RP
- Footnote Ἰησοῦς αὐτῷ WH Treg NA28 ] αὐτῷ ὁ Ἰησοῦς RP
- Footnote ὁ Treg NA28 RP ] – WH
- Footnote οὐκ ἔχει χρείαν WH Treg NA28 ] οὐ χρείαν ἔχει RP
- Footnote εἰ μὴ WH Treg NA28 ] ἢ RP
- Footnote ὅτι WH Treg NA28 ] – RP
- Footnote καὶ WH Treg RP NA28 ] – NIV
- Footnote καὶ ἀνέπεσεν WH Treg NA28 ] ἀναπεσὼν RP
- Footnote τίνας WH Treg NA28 ] οὓς RP
- Footnote μου WH Treg NA28 ] μετʼ ἐμοῦ RP
- Footnote πιστεύσητε ὅταν γένηται NA28 ] πιστεύητε ὅταν γένηται WH Treg; ὅταν γένηται πιστεύσητε RP
- Footnote ἄν WH Treg NA28 ] ἐάν RP
- Footnote ὁ NA28 RP ] – WH Treg
- Footnote ἔβλεπον WH NA28 ] + οὖν RP Treg
- Footnote ἦν WH Treg NA28 ] + δὲ RP
- Footnote ἐκ WH Treg NA28 ] – RP
- Footnote πυθέσθαι τίς ἂν εἴη NA28 RP ] καὶ λέγει αὐτῷ Εἰπὲ τίς ἐστιν WH Treg
- Footnote ἀναπεσὼν WH Treg ] ἀναπεσὼν οὖν NA28; ἐπιπεσὼν δὲ RP
- Footnote ἀποκρίνεται Treg NA28 RP ] + οὖν WH
- Footnote βάψω WH Treg NA28 ] βάψας RP
- Footnote καὶ δώσω αὐτῷ WH Treg NA28 ] ἐπιδώσω RP
- Footnote βάψας οὖν WH Treg NA28 ] καὶ ἐμβάψας RP
- Footnote ψωμίον NIV RP ] + λαμβάνει καὶ WH Treg NA28
- Footnote Ἰσκαριώτου WH Treg NA28 ] Ἰσκαριώτῃ RP
- Footnote ὁ NA28 RP ] – WH Treg
- Footnote εἶχεν WH Treg NA28 ] + ὁ RP
- Footnote ὁ Treg NA28 RP ] – WH
- Footnote ἐξῆλθεν εὐθύς WH Treg NA28 ] εὐθέως ἐξῆλθεν RP
- Footnote οὖν WH Treg NA28 ] – RP
- Footnote λέγει WH Treg NA28 ] + ὁ RP
- Footnote εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ Treg NA28 RP ] – WH
- Footnote αὑτῷ WH ] αὐτῷ Treg NA28; ἑαυτῷ RP
- Footnote ἐγὼ ὑπάγω WH Treg NA28 ] ὑπάγω ἐγὼ RP
- Footnote ἀπεκρίθη WH Treg NIV ] + αὐτῷ ὁ RP; + αὐτῷ NA28
- Footnote ἀκολουθήσεις δὲ ὕστερον WH Treg NA28 ] ὕστερον δὲ ἀκολουθήσεις μοι RP
- Footnote ὁ WH Treg NA28 ] – RP
- Footnote ἀκολουθῆσαι NA28 RP ] ἀκολουθεῖν WH Treg
- Footnote ἀποκρίνεται WH Treg NA28 ] Ἀπεκρίθη αὐτῷ ὁ RP
- Footnote ἀρνήσῃ WH Treg NA28 ] ἀπαρνήσῃ RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.