Η Καινή Διαθήκη
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14
Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν ⸀ὅτι1 πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· καὶ2 ἐὰν πορευθῶ ⸀καὶ ἑτοιμάσω ⸂τόπον ὑμῖν3, πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε. καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε ⸂τὴν ὁδόν4. λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· ⸀πῶς5 ⸂δυνάμεθα τὴν ὁδὸν εἰδέναι6 ; λέγει αὐτῷ ⸀ὁ7 Ἰησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ διʼ ἐμοῦ. εἰ ⸀ἐγνώκειτέ8 με, καὶ τὸν πατέρα μου ⸂ἂν ᾔδειτε9 · ⸀ἀπʼ10 ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε ⸀αὐτόν11
Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν. λέγει αὐτῷ ὁ Ἰησοῦς· ⸂Τοσούτῳ χρόνῳ12 μεθʼ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα· ⸀πῶς13 σὺ λέγεις· Δεῖξον ἡμῖν τὸν πατέρα; οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; τὰ ῥήματα ἃ ἐγὼ ⸀λέγω14 ὑμῖν ἀπʼ ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ ⸀πατὴρ15 ἐν ἐμοὶ ⸀μένων16 ποιεῖ τὰ ἔργα ⸀αὐτοῦ17 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ ⸀πιστεύετε18 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν ⸀πατέρα19 πορεύομαι· καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ· ἐάν τι αἰτήσητέ ⸀με20 ἐν τῷ ὀνόματί μου ⸀ἐγὼ21 ποιήσω.
Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς ⸀τηρήσετε22 κἀγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα ⸀ᾖ23 μεθʼ ὑμῶν εἰς τὸν ⸀αἰῶνα24 τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ ⸀γινώσκει25 ⸀ὑμεῖς26 γινώσκετε αὐτό, ὅτι παρʼ ὑμῖν μένει καὶ ἐν ὑμῖν ⸀ἔσται27
Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς, ἔρχομαι πρὸς ὑμᾶς. ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ⸀ζήσετε28 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ⸂γνώσεσθε ὑμεῖς29 ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης· Κύριε, ⸀τί30 γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρʼ αὐτῷ ⸀ποιησόμεθα31 ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός.
Ταῦτα λελάληκα ὑμῖν παρʼ ὑμῖν μένων· ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ⸀ὑμῖν32 εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω. ἠκούσατε ὅτι33 ἐγὼ εἶπον ὑμῖν· Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέ με ἐχάρητε ἄν, ⸀ὅτι πορεύομαι πρὸς τὸν πατέρα, ὅτι ὁ ⸀πατὴρ34 μείζων μού ἐστιν. καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε. οὐκέτι πολλὰ λαλήσω μεθʼ ὑμῶν, ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων· καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν, ἀλλʼ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ⸀ἐνετείλατο35 μοι ὁ πατὴρ οὕτως ποιῶ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.
Source notes (35)
- Footnote ὅτι WH Treg NA28 ] – RP
- Footnote καὶ WH Treg NA28 ] – RP
- Footnote τόπον ὑμῖν WH Treg NA28 ] ὑμῖν τόπον RP
- Footnote τὴν ὁδόν WH Treg NA28 ] καὶ τὴν ὁδὸν οἴδατε RP
- Footnote πῶς WH Treg NA28 ] καὶ πῶς RP
- Footnote δυνάμεθα τὴν ὁδὸν εἰδέναι NA28 RP ] οἴδαμεν τὴν ὁδὸν WH Treg
- Footnote ὁ Treg NA28 RP ] – WH
- Footnote ἐγνώκειτέ WH Treg NIV RP ] ἐγνώκατέ NA28
- Footnote ἂν ᾔδειτε WH Treg NIV ] ἐγνώκειτε ἄν RP; γνώσεσθε NA28
- Footnote ἀπʼ WH Treg ] καὶ ἀπʼ NA28 RP
- Footnote αὐτόν Treg NA28 RP ] – WH
- Footnote Τοσούτῳ χρόνῳ NA28 ] Τοσοῦτον χρόνον WH Treg RP
- Footnote πῶς WH NA28 ] καὶ πῶς Treg RP
- Footnote λέγω WH Treg NA28 ] λαλῶ RP
- Footnote πατὴρ WH NA28 ] + ὁ Treg RP
- Footnote μένων WH Treg NA28 ] + αὐτὸς RP
- Footnote αὐτοῦ WH Treg NA28 ] – RP
- Footnote πιστεύετε WH NA28 ] + μοι Treg RP
- Footnote πατέρα WH Treg NA28 ] + μου RP
- Footnote με WH NA28 RP ] – Treg
- Footnote ἐγὼ Treg NA28 RP ] τοῦτο WH
- Footnote τηρήσετε WH Treg NA28 ] τηρήσατε RP
- Footnote ᾖ WH Treg ] – NA28; + μένῃ RP
- Footnote αἰῶνα WH Treg RP ] + ᾖ NA28
- Footnote γινώσκει WH NA28 ] + αὐτό Treg RP
- Footnote ὑμεῖς WH NA28 ] + δὲ Treg RP
- Footnote ἔσται NA28 RP ] ἐστίν WH Treg
- Footnote ζήσετε WH Treg NA28 ] ζήσεσθε RP
- Footnote γνώσεσθε ὑμεῖς NA28 RP ] ὑμεῖς γνώσεσθε WH Treg
- Footnote τί WH Treg ] καὶ τί NA28 RP
- Footnote ποιησόμεθα WH Treg NA28 ] ποιήσομεν RP
- Footnote ὑμῖν Treg RP ] + ἐγώ WH NA28
- Footnote ὅτι WH Treg NA28 ] + εἶπον RP
- Footnote πατὴρ WH Treg NA28 ] + μου RP
- Footnote ἐνετείλατο NA28 RP ] ἐντολὴν ἔδωκέν WH Treg
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.