Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11

Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. ἦν δὲ ⸀Μαριὰμ1 ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλʼ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ διʼ αὐτῆς. ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον. ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας· ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. λέγουσιν αὐτῷ οἱ μαθηταί· Ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; ἀπεκρίθη Ἰησοῦς· Οὐχὶ δώδεκα ⸂ὧραί εἰσιν2 τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει· ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. εἶπαν οὖν οἱ μαθηταὶ ⸀αὐτῷ3 Κύριε, εἰ κεκοίμηται σωθήσεται. εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανεν, καὶ χαίρω διʼ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν. εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· Ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετʼ αὐτοῦ.

Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ⸂ἤδη ἡμέρας4 ἔχοντα ἐν τῷ μνημείῳ. ἦν δὲ ⸀ἡ5 Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε. ⸂πολλοὶ δὲ6 ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς ⸀τὴν7 Μάρθαν καὶ ⸀Μαριὰμ8 ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ⸀ἀδελφοῦ9 ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ· ⸀Μαρία10 δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. εἶπεν οὖν ⸀ἡ11 Μάρθα πρὸς ⸀τὸν12 Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδε ⸂οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου13 · ⸀καὶ14 νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός. λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἀναστήσεται ὁ ἀδελφός σου. λέγει αὐτῷ ⸀ἡ15 Μάρθα· Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται, καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο; λέγει αὐτῷ· Ναί, κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος.

Καὶ ⸀τοῦτο16 εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν ⸀Μαριὰμ17 τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· Ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε. ἐκείνη ⸀δὲ18 ὡς ἤκουσεν ⸀ἠγέρθη19 ταχὺ καὶ ⸀ἤρχετο20 πρὸς αὐτόν· οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλʼ ἦν ⸀ἔτι21 ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα. οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετʼ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν ⸀Μαριὰμ22 ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ ⸀δόξαντες23 ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ. ἡ οὖν ⸀Μαριὰμ24 ὡς ἦλθεν ὅπου ⸀ἦν25 Ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ ⸀πρὸς26 τοὺς πόδας, λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν ⸂μου ἀπέθανεν27 ὁ ἀδελφός. Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν, καὶ εἶπεν· Ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε. ἐδάκρυσεν ὁ Ἰησοῦς. ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Ἴδε πῶς ἐφίλει αὐτόν. τινὲς δὲ ἐξ αὐτῶν εἶπαν· Οὐκ ἐδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;

Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπʼ αὐτῷ. λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ ⸀τετελευτηκότος28 Μάρθα· Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν. λέγει αὐτῇ ὁ Ἰησοῦς· Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ⸀ὄψῃ29 τὴν δόξαν τοῦ θεοῦ; ἦραν οὖν τὸν ⸀λίθον30 ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου, ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν· Λάζαρε, δεῦρο ἔξω. ⸀ἐξῆλθεν31 ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει ⸂αὐτοῖς ὁ Ἰησοῦς32 · Λύσατε αὐτὸν33 καὶ ἄφετε ⸀αὐτὸν ὑπάγειν.

Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν ⸀Μαριὰμ34 καὶ θεασάμενοι ⸀ἃ35 ⸀ἐποίησεν36 ἐπίστευσαν εἰς αὐτόν· τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἃ ⸀ἐποίησεν37 Ἰησοῦς. συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον· Τί ποιοῦμεν ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ⸂ποιεῖ σημεῖα38 ; ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδέν, οὐδὲ ⸀λογίζεσθε39 ὅτι συμφέρει ⸀ὑμῖν40 ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. τοῦτο δὲ ἀφʼ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλʼ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. ἀπʼ ἐκείνης οὖν τῆς ἡμέρας ⸀ἐβουλεύσαντο41 ἵνα ἀποκτείνωσιν αὐτόν.

⸂Ὁ οὖν Ἰησοῦς42 οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ ⸀ἔμεινεν43 μετὰ τῶν ⸀μαθητῶν44

Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς. ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετʼ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; δεδώκεισαν ⸀δὲ45 οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ⸀ἐντολὰς46 ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.

Source notes (46)
  1. Footnote Μαριὰμ WH Treg NA28 ] Μαρία RP
  2. Footnote ὧραί εἰσιν WH Treg NA28 ] εἰσιν ὧραί RP
  3. Footnote αὐτῷ WH Treg NA28 ] αὐτοῦ RP
  4. Footnote ἤδη ἡμέρας WH Treg NA28 ] ἡμέρας ἤδη RP
  5. Footnote ἡ Treg NA28 RP ] – WH
  6. Footnote πολλοὶ δὲ WH Treg NA28 ] καὶ πολλοὶ RP
  7. Footnote τὴν WH Treg NA28 ] τὰς περὶ RP
  8. Footnote Μαριὰμ WH Treg NA28 ] Μαρίαν RP
  9. Footnote ἀδελφοῦ WH Treg NA28 ] + αὐτῶν RP
  10. Footnote Μαρία Treg RP ] Μαριὰμ WH NA28
  11. Footnote ἡ WH Treg NA28 ] – RP
  12. Footnote τὸν Treg NA28 RP ] – WH
  13. Footnote οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου WH Treg NA28 ] ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει RP
  14. Footnote καὶ WH Treg ] ἀλλὰ καὶ NA28 RP
  15. Footnote ἡ WH Treg NA28 ] – RP
  16. Footnote τοῦτο WH Treg NA28 ] ταῦτα RP
  17. Footnote Μαριὰμ WH Treg NA28 ] Μαρίαν RP
  18. Footnote δὲ WH Treg NA28 ] – RP
  19. Footnote ἠγέρθη WH Treg NA28 ] ἐγείρεται RP
  20. Footnote ἤρχετο WH Treg NA28 ] ἔρχεται RP
  21. Footnote ἔτι WH Treg NA28 ] – RP
  22. Footnote Μαριὰμ WH Treg NA28 ] Μαρίαν RP
  23. Footnote δόξαντες WH Treg NA28 ] λέγοντες RP
  24. Footnote Μαριὰμ WH Treg NA28 ] Μαρία RP
  25. Footnote ἦν WH Treg NA28 ] + ὁ RP
  26. Footnote πρὸς WH Treg NA28 ] εἰς RP
  27. Footnote μου ἀπέθανεν WH Treg NA28 ] ἀπέθανεν μου RP
  28. Footnote τετελευτηκότος WH NA28 ] τελευτηκότος Treg; τεθνηκότος RP
  29. Footnote ὄψῃ WH Treg NA28 ] ὄψει RP
  30. Footnote λίθον WH Treg NA28 ] + οὗ ἦν ὁ τεθνηκὼς κειμένος RP
  31. Footnote ἐξῆλθεν WH Treg NA28 ] Καὶ ἐξῆλθεν RP
  32. Footnote αὐτοῖς ὁ Ἰησοῦς Treg NA28 RP ] ὁ Ἰησοῦς αὐτοῖς WH
  33. Footnote αὐτὸν WH Treg NA28 ] – RP
  34. Footnote Μαριὰμ WH Treg NA28 ] Μαρίαν RP
  35. Footnote ἃ RP NA28 ] ὃ WH Treg
  36. Footnote ἐποίησεν WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
  37. Footnote ἐποίησεν WH Treg NA28 ] + ὁ RP
  38. Footnote ποιεῖ σημεῖα WH Treg NA28 ] σημεῖα ποιεῖ RP
  39. Footnote λογίζεσθε WH Treg NA28 ] διαλογίζεσθε RP
  40. Footnote ὑμῖν WH Treg NA28 ] ἡμῖν RP
  41. Footnote ἐβουλεύσαντο WH Treg NA28 ] συνεβουλεύσαντο RP
  42. Footnote Ὁ οὖν Ἰησοῦς WH Treg NA28 ] Ἰησοῦς οὖν RP
  43. Footnote ἔμεινεν WH Treg NA28 ] διέτριβεν RP
  44. Footnote μαθητῶν WH Treg NA28 ] + αὐτοῦ RP
  45. Footnote δὲ WH Treg NA28 ] + καὶ RP
  46. Footnote ἐντολὰς WH Treg NA28 ] ἐντολήν RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.