Η Καινή Διαθήκη
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ ἴδια πρόβατα ⸀φωνεῖ1 κατʼ ὄνομα καὶ ἐξάγει αὐτά. ⸀ὅταν2 τὰ ἴδια ⸀πάντα3 ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ⸀ἀκολουθήσουσιν4 ἀλλὰ φεύξονται ἀπʼ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ⸀ἦν5 ἃ ἐλάλει αὐτοῖς.
Εἶπεν οὖν πάλιν ⸀αὐτοῖς6 ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ⸀ὅτι7 ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. πάντες ὅσοι ἦλθον ⸂πρὸ ἐμοῦ8 κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλʼ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· διʼ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν.
Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ ⸀μισθωτὸς9 καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ⸀ἔστιν10 τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει— καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ ⸀σκορπίζει11 ⸀ὅτι12 μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ ⸂γινώσκουσί με τὰ ἐμά13, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα ⸂δεῖ με14 ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ ⸀γενήσονται15 μία ποίμνη, εἷς ποιμήν. διὰ τοῦτό ⸂με ὁ πατὴρ16 ἀγαπᾷ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. οὐδεὶς ⸀αἴρει17 αὐτὴν ἀπʼ ἐμοῦ, ἀλλʼ ἐγὼ τίθημι αὐτὴν ἀπʼ ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.
⸀Σχίσμα18 πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν· Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; ⸀ἄλλοι19 ἔλεγον· Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ⸀ἀνοῖξαι20
Ἐγένετο ⸀τότε21 τὰ ἐγκαίνια ἐν ⸀τοῖς22 Ἱεροσολύμοις· ⸀χειμὼν23 ἦν, καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ ⸀τοῦ24 Σολομῶνος. ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· ἀλλὰ ὑμεῖς οὐ πιστεύετε, ⸂ὅτι οὐκ25 ἐστὲ ἐκ τῶν προβάτων τῶν ⸀ἐμῶν26 τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ⸀ἀκούουσιν27 κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι, κἀγὼ ⸂δίδωμι αὐτοῖς ζωὴν αἰώνιον28, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. ὁ πατήρ μου ⸀ὃ29 δέδωκέν ⸀μοι30 ⸂πάντων μεῖζων31 ἐστίν, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ ⸀πατρός32 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.
Ἐβάστασαν ⸀οὖν33 πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Πολλὰ ⸂ἔργα καλὰ ἔδειξα ὑμῖν34 ἐκ τοῦ ⸀πατρός35 διὰ ποῖον αὐτῶν ἔργον ⸂ἐμὲ λιθάζετε36 ; ἀπεκρίθησαν αὐτῷ οἱ ⸀Ἰουδαῖοι37 Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν. ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ⸀ὅτι38 Ἐγὼ εἶπα· Θεοί ἐστε; εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς τοῦ θεοῦ εἰμι; εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε τοῖς ἔργοις ⸀πιστεύετε39 ἵνα γνῶτε καὶ ⸀γινώσκητε40 ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν ⸂τῷ πατρί41. ἐζήτουν οὖν ⸂πάλιν αὐτὸν42 πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.
Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων, καὶ ἔμεινεν ἐκεῖ. καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν. καὶ ⸂πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ43.
Source notes (43)
- Footnote φωνεῖ WH Treg NA28 ] καλεῖ RP
- Footnote ὅταν WH Treg NA28 ] Καὶ ὅταν RP
- Footnote πάντα WH Treg NA28 ] πρόβατα RP
- Footnote ἀκολουθήσουσιν WH Treg NA28 ] ἀκολουθήσωσιν RP
- Footnote ἦν WH NA28 RP ] ᾖ Treg
- Footnote αὐτοῖς Treg RP ] – WH NA28
- Footnote ὅτι NA28 RP ] – WH Treg
- Footnote πρὸ ἐμοῦ WH Treg NA28 ] – RP
- Footnote μισθωτὸς WH NA28 ] + δέ Treg RP
- Footnote ἔστιν WH Treg NA28 ] εἰσιν RP
- Footnote σκορπίζει WH Treg NA28 ] + τὰ πρόβατα RP
- Footnote ὅτι WH Treg NA28 ] Ὁδὲ μισθωτὸς φεύγει ὅτι RP
- Footnote γινώσκουσί με τὰ ἐμά WH Treg NA28 ] γινώσκομαι ὑπὸ τῶν ἐμῶν RP
- Footnote δεῖ με WH Treg NA28 ] με δεῖ RP
- Footnote γενήσονται WH Treg NA28 ] γενήσεται RP
- Footnote με ὁ πατὴρ WH Treg NA28 ] ὁ πατήρ με RP
- Footnote αἴρει Treg NA28 RP ] ἦρεν WH
- Footnote Σχίσμα WH Treg NA28 ] + οὖν RP
- Footnote ἄλλοι WH Treg RP NA28 ] + δὲ NIV
- Footnote ἀνοῖξαι WH Treg NA28 ] ἀνοίγειν RP
- Footnote τότε WH NA28 ] δὲ Treg RP
- Footnote τοῖς WH Treg NA28 ] – RP
- Footnote χειμὼν WH Treg NA28 ] καὶ χειμὼν RP
- Footnote τοῦ WH Treg NA28 ] – RP
- Footnote ὅτι οὐκ WH Treg NA28 ] οὐ γάρ RP
- Footnote ἐμῶν WH Treg NA28 ] + καθὼς εἶπον ὑμῖν RP
- Footnote ἀκούουσιν WH Treg NA28 ] ἀκούει RP
- Footnote δίδωμι αὐτοῖς ζωὴν αἰώνιον WH Treg NA28 ] ζωὴν αἰώνιον δίδωμι αὐτοῖς RP
- Footnote ὃ WH Treg NA28 ] ὃς NIV RP
- Footnote μοι WH Treg RP NA28 ] + αὐτὰ NIV
- Footnote πάντων μεῖζων Holmes WHmarg ] πάντων μεῖζόν WH Treg NA28; μείζων πάντων NIV RP
- Footnote πατρός WH NA28 ] + μου Treg RP
- Footnote οὖν Treg RP ] – WH NA28
- Footnote ἔργα καλὰ ἔδειξα ὑμῖν NA28 ] καλὰ ἔργα ἔδειξα ὑμῖν Treg RP; ἔργα ἔδειξα ὑμῖν καλὰ WH
- Footnote πατρός WH NA28 ] + μου Treg RP
- Footnote ἐμὲ λιθάζετε WH Treg NA28 ] λιθάζετε ἐμὲ RP
- Footnote Ἰουδαῖοι WH Treg NA28 ] + λέγοντες RP
- Footnote ὅτι WH Treg NA28 ] – RP
- Footnote πιστεύετε WH Treg NA28 ] πιστεύσατε RP
- Footnote γινώσκητε WH Treg NA28 ] πιστεύσητε RP
- Footnote τῷ πατρί WH Treg NA28 ] αὐτῷ RP
- Footnote πάλιν αὐτὸν Treg RP ] αὐτὸν πάλιν WH NA28
- Footnote πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ WH Treg NA28 ] ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.