Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9

Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; ἀπεκρίθη Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλʼ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ. ⸀ἡμᾶς1 δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ⸀ἐπέχρισεν2 ⸀αὐτοῦ3 τὸν πηλὸν ἐπὶ τοὺς ⸀ὀφθαλμούς4 καὶ εἶπεν αὐτῷ· Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ (ὃ ἑρμηνεύεται Ἀπεσταλμένος). ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων. οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι ⸀προσαίτης5 ἦν ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν· ἄλλοι ⸂ἔλεγον· Οὐχί, ἀλλὰ⸃ ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι.6 ἔλεγον οὖν αὐτῷ· ⸀Πῶς7 ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί; ἀπεκρίθη ⸀ἐκεῖνος8 ⸂Ὁ ἄνθρωπος ὁ 9 λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ⸀ὅτι10 Ὕπαγε εἰς ⸀τὸν11 Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν ⸀οὖν12 καὶ νιψάμενος ἀνέβλεψα. ⸂καὶ εἶπαν13 αὐτῷ· Ποῦ ἐστιν ἐκεῖνος; λέγει· Οὐκ οἶδα.

Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν. ἦν δὲ σάββατον ⸂ἐν ᾗ ἡμέρᾳ14 τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς· Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· ⸂Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος15, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ⸀ἄλλοι16 ἔλεγον· Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. λέγουσιν ⸀οὖν17 τῷ τυφλῷ πάλιν· ⸂Τί σὺ18 λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν.

Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ⸂ἦν τυφλὸς19 καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ ⸂τοῦ ἀναβλέψαντος20 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ⸂βλέπει ἄρτι21 ; ἀπεκρίθησαν ⸀οὖν22 οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν· Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· ⸂αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει⸃, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.23 ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν, ἀποσυνάγωγος γένηται. διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι Ἡλικίαν ἔχει, αὐτὸν ⸀ἐπερωτήσατε24

Ἐφώνησαν οὖν ⸂τὸν ἄνθρωπον ἐκ δευτέρου25 ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ· Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ⸂οὗτος ὁ ἄνθρωπος26 ἁμαρτωλός ἐστιν. ἀπεκρίθη οὖν ⸀ἐκεῖνος27 Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. εἶπον ⸂οὖν αὐτῷ28 · Τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς; ἀπεκρίθη αὐτοῖς· Εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; ⸀ἐλοιδόρησαν29 αὐτὸν καὶ εἶπον· Σὺ ⸂μαθητὴς εἶ30 ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί· ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· Ἐν ⸂τούτῳ γὰρ τὸ31 θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς. ⸀οἴδαμεν32 ὅτι ⸂ἁμαρτωλῶν ὁ θεὸς33 οὐκ ἀκούει, ἀλλʼ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει. ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.

⸀Ἤκουσεν34 Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν ⸀εἶπεν35 Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ⸀ἀνθρώπου36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· Καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; ⸀εἶπεν37 αὐτῷ ὁ Ἰησοῦς· Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. ὁ δὲ ἔφη· Πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ. καὶ εἶπεν ὁ Ἰησοῦς· Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. ⸀ἤκουσαν38 ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ⸂μετʼ αὐτοῦ ὄντες39, καὶ εἶπον αὐτῷ· Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν· ⸀ἡ40 ἁμαρτία ὑμῶν μένει.

Source notes (40)
  1. Footnote ἡμᾶς WH Treg NA28 ] Ἐμὲ RP
  2. Footnote ἐπέχρισεν Treg NA28 RP ] ἐπέθηκεν WH
  3. Footnote αὐτοῦ WH Treg NA28 ] – RP
  4. Footnote ὀφθαλμούς WH Treg NA28 ] + τοῦ τυφλοῦ RP
  5. Footnote προσαίτης WH Treg NA28 ] τυφλὸς RP
  6. Footnote ἔλεγον Οὐχί ἀλλὰ WH Treg NA28 ] δὲ ὅτι RP
  7. Footnote Πῶς Treg RP ] + οὖν WH NA28
  8. Footnote ἐκεῖνος WH Treg NA28 ] + καὶ εἶπεν RP
  9. Footnote Ὁ ἄνθρωπος ὁ WH Treg NA28 ] Ἄνθρωπος RP
  10. Footnote ὅτι WH Treg NA28 ] – RP
  11. Footnote τὸν WH Treg NA28 ] τὴν κολυμβήθραν τοῦ RP
  12. Footnote οὖν WH Treg NA28 ] δὲ RP
  13. Footnote καὶ εἶπαν WH Treg NA28 ] Εἶπον οὖν RP
  14. Footnote ἐν ᾗ ἡμέρᾳ WH Treg NA28 ] ὅτε RP
  15. Footnote Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος WH Treg NA28 ] Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν παρὰ τοῦ θεοῦ RP
  16. Footnote ἄλλοι Treg RP ] + δὲ WH NA28
  17. Footnote οὖν WH Treg NA28 ] – RP
  18. Footnote Τί σὺ WH Treg NA28 ] Σὺ τί RP
  19. Footnote ἦν τυφλὸς WH Treg NA28 ] τυφλὸς ἦν RP
  20. Footnote τοῦ ἀναβλέψαντος WH Treg RP NA28 ] – NIV
  21. Footnote βλέπει ἄρτι WH Treg NA28 ] ἄρτι βλέπει RP
  22. Footnote οὖν WH Treg NA28 ] δὲ αὐτοῖς RP
  23. Footnote αὐτὸν ἐρωτήσατε ἡλικίαν ἔχει WH Treg NA28 ] αὐτὸς ἡλικίαν ἔχει αὐτὸν ἐρωτήσατε RP
  24. Footnote ἐπερωτήσατε WH NA28 ] ἐρωτήσατε Treg RP
  25. Footnote τὸν ἄνθρωπον ἐκ δευτέρου WH Treg NA28 ] ἐκ δευτέρου τὸν ἄνθρωπον RP
  26. Footnote οὗτος ὁ ἄνθρωπος WH NA28 ] ὁ ἄνθρωπος οὗτος Treg RP
  27. Footnote ἐκεῖνος WH Treg NA28 ] + καὶ εἶπεν RP
  28. Footnote οὖν αὐτῷ WH Treg NA28 ] δὲ αὐτῷ πάλιν RP
  29. Footnote ἐλοιδόρησαν RP ] καὶ ἐλοιδόρησαν WH NA28; οἱ δὲ ἐλοιδόρησαν Treg
  30. Footnote μαθητὴς εἶ WH Treg NA28 ] εἶ μαθητὴς RP
  31. Footnote τούτῳ γὰρ τὸ WH Treg NA28 ] γὰρ τούτῳ RP
  32. Footnote οἴδαμεν WH Treg NA28 ] + δὲ RP
  33. Footnote ἁμαρτωλῶν ὁ θεὸς NA28 RP ] ὁ θεὸς ἁμαρτωλῶν WH Treg
  34. Footnote Ἤκουσεν WH NA28 ] + ὁ Treg RP
  35. Footnote εἶπεν WH NA28 ] + αὐτῷ Treg RP
  36. Footnote ἀνθρώπου WH NA28 ] θεοῦ Treg RP
  37. Footnote εἶπεν WH Treg NA28 ] + δὲ RP
  38. Footnote ἤκουσαν WH Treg NA28 ] Καὶ ἤκουσαν RP
  39. Footnote μετʼ αὐτοῦ ὄντες WH Treg NA28 ] ὄντες μετʼ αὐτοῦ RP
  40. Footnote ἡ WH Treg NA28 ] + οὖν RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.