Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 27
Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι Ἰουλίῳ σπείρης Σεβαστῆς. ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυττηνῷ ⸀μέλλοντι1 πλεῖν ⸀εἰς2 τοὺς κατὰ τὴν Ἀσίαν τόπους ἀνήχθημεν ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως· τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα, φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψεν πρὸς τοὺς φίλους ⸀πορευθέντι3 ἐπιμελείας τυχεῖν. κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους, τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες κατήλθομεν εἰς Μύρα τῆς Λυκίας. κἀκεῖ εὑρὼν ὁ ⸀ἑκατοντάρχης4 πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς τὴν Ἰταλίαν ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό. ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην, μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας ᾧ ἐγγὺς ⸂ἦν πόλις5 ⸀Λασαία6
Ἱκανοῦ δὲ χρόνου διαγενομένου καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοὸς διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος λέγων αὐτοῖς· Ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν. ὁ δὲ ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ ⸂μᾶλλον ἐπείθετο7 ἢ τοῖς ⸀ὑπὸ8 Παύλου λεγομένοις. ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν οἱ πλείονες ἔθεντο βουλὴν ἀναχθῆναι ⸀ἐκεῖθεν9 εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον.
Ὑποπνεύσαντος δὲ νότου δόξαντες τῆς προθέσεως κεκρατηκέναι ἄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην. μετʼ οὐ πολὺ δὲ ἔβαλεν κατʼ αὐτῆς ἄνεμος τυφωνικὸς ὁ καλούμενος ⸀Εὐρακύλων10 συναρπασθέντος δὲ τοῦ πλοίου καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ ἐπιδόντες ἐφερόμεθα. νησίον δέ τι ὑποδραμόντες καλούμενον ⸀Καῦδα11 ⸂ἰσχύσαμεν μόλις12 περικρατεῖς γενέσθαι τῆς σκάφης, ἣν ἄραντες βοηθείαις ἐχρῶντο ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν Σύρτιν ἐκπέσωσιν, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο. σφοδρῶς δὲ χειμαζομένων ἡμῶν τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο, καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ⸀ἔρριψαν13 μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο ⸂ἐλπὶς πᾶσα14 τοῦ σῴζεσθαι ἡμᾶς.
Πολλῆς ⸀τε15 ἀσιτίας ὑπαρχούσης τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν· Ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν, ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν πλὴν τοῦ πλοίου· παρέστη γάρ μοι ταύτῃ τῇ ⸀νυκτὶ16 τοῦ θεοῦ, οὗ ⸀εἰμι17 ᾧ καὶ λατρεύω, ⸀ἄγγελος18 λέγων· Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι, καὶ ἰδοὺ κεχάρισταί σοι ὁ θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. διὸ εὐθυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ θεῷ ὅτι οὕτως ἔσται καθʼ ὃν τρόπον λελάληταί μοι. εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν.
Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν. καὶ βολίσαντες εὗρον ὀργυιὰς εἴκοσι, βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες εὗρον ὀργυιὰς δεκαπέντε· φοβούμενοί τε ⸂μή που κατὰ19 τραχεῖς τόπους ἐκπέσωμεν ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας ηὔχοντο ἡμέραν γενέσθαι. τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν προφάσει ὡς ἐκ πρῴρης ⸂ἀγκύρας μελλόντων20 ἐκτείνειν, εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις· Ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε. τότε ⸂ἀπέκοψαν οἱ στρατιῶται21 τὰ σχοινία τῆς σκάφης καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.
Ἄχρι δὲ οὗ ⸂ἡμέρα ἤμελλεν22 γίνεσθαι παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς λέγων· Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, μηθὲν προσλαβόμενοι· διὸ παρακαλῶ ὑμᾶς ⸀μεταλαβεῖν23 τροφῆς, τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ ⸀ἀπὸ24 τῆς κεφαλῆς ⸀ἀπολεῖται25 ⸀εἴπας26 δὲ ταῦτα καὶ λαβὼν ἄρτον εὐχαρίστησεν τῷ θεῷ ἐνώπιον πάντων καὶ κλάσας ἤρξατο ἐσθίειν. εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς. 27 μεθα δὲ ⸂αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳ⸃ ⸀διακόσιαι28 ἑβδομήκοντα ἕξ. κορεσθέντες ⸀δὲ29 τροφῆς ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.
Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον, κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν εἰς ὃν ⸀ἐβουλεύοντο30 εἰ ⸀δύναιντο31 ⸀ἐξῶσαι32 τὸ πλοῖον. καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων, καὶ ἐπάραντες τὸν ἀρτέμωνα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ⸀ἐπέκειλαν33 τὴν ναῦν, καὶ ἡ μὲν πρῷρα ἐρείσασα ἔμεινεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς ⸀βίας34 τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν, μή τις ἐκκολυμβήσας διαφύγῃ· ὁ δὲ ⸀ἑκατοντάρχης35 βουλόμενος διασῶσαι τὸν Παῦλον ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέν τε τοὺς δυναμένους κολυμβᾶν ἀπορίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι, καὶ τοὺς λοιποὺς οὓς μὲν ἐπὶ σανίσιν οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου· καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.
Source notes (35)
- Footnote μέλλοντι WH Treg NA28 ] μέλλοντες RP
- Footnote εἰς WH Treg NA28 ] – RP
- Footnote πορευθέντι WH Treg NA28 ] πορευθέντα RP
- Footnote ἑκατοντάρχης WH Treg NA28 ] ἑκατόνταρχος RP
- Footnote ἦν πόλις WH Treg RP ] πόλις ἦν NA28
- Footnote Λασαία WH NA28 RP ] Λασέα Treg
- Footnote μᾶλλον ἐπείθετο WH Treg NA28 ] ἐπείθετο μᾶλλον RP
- Footnote ὑπὸ WH Treg NA28 ] + τοῦ RP
- Footnote ἐκεῖθεν WH Treg NA28 ] κἀκεῖθεν RP
- Footnote Εὐρακύλων WH Treg NA28 ] Εὐροκλύδων RP
- Footnote Καῦδα WH Treg NA28 ] Κλαύδην RP
- Footnote ἰσχύσαμεν μόλις WH Treg NA28 ] μόλις ἰσχύσαμεν RP
- Footnote ἔρριψαν WH Treg NA28 ] ἐρρίψαμεν RP
- Footnote ἐλπὶς πᾶσα WH Treg NA28 ] πᾶσα ἐλπὶς RP
- Footnote τε WH Treg NA28 ] δὲ RP
- Footnote νυκτὶ WH Treg NA28 ] + ἄγγελος RP
- Footnote εἰμι WH Treg RP ] + ἐγὼ NA28
- Footnote ἄγγελος WH Treg NA28 ] – RP
- Footnote μή που κατὰ WH Treg NA28 ] μήπως εἰς RP
- Footnote ἀγκύρας μελλόντων WH Treg NA28 ] μελλόντων ἀγκύρας RP
- Footnote ἀπέκοψαν οἱ στρατιῶται WH Treg NA28 ] οἱ στρατιῶται ἀπέκοψαν RP
- Footnote ἡμέρα ἤμελλεν WH Treg NA28 ] ἤμελλεν ἡμέρα RP
- Footnote μεταλαβεῖν WH Treg NA28 ] προσλαβεῖν RP
- Footnote ἀπὸ WH Treg NA28 ] ἐκ RP
- Footnote ἀπολεῖται WH Treg NA28 ] πεσεῖται RP
- Footnote εἴπας WH Treg NA28 ] Εἰπὼν RP
- Footnote αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳWH Treg NA28 ] ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαί RP
- Footnote διακόσιαι Treg NA28 RP ] ὡς WH
- Footnote δὲ WH Treg NA28 ] + τῆς RP
- Footnote ἐβουλεύοντο WH Treg NA28 ] ἐβουλεύσαντο RP
- Footnote δύναιντο WH Treg NA28 ] δυνατόν RP
- Footnote ἐξῶσαι Treg NA28 RP ] ἐκσῶσαι WH
- Footnote ἐπέκειλαν WH Treg NA28 ] ἐπώκειλαν RP
- Footnote βίας WH ] + τῶν κυμάτων Treg NA28 RP
- Footnote ἑκατοντάρχης WH Treg NA28 ] ἑκατόνταρχος RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.