Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 28

Καὶ διασωθέντες τότε ⸀ἐπέγνωμεν1 ὅτι ⸀Μελίτη2 ἡ νῆσος καλεῖται. οἵ ⸀τε3 βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν, ⸀ἅψαντες4 γὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος. συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων ⸀τι5 πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ⸀ἀπὸ6 τῆς θέρμης ⸀ἐξελθοῦσα7 καθῆψε τῆς χειρὸς αὐτοῦ. ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, ⸂πρὸς ἀλλήλους ἔλεγον8 · Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῆν οὐκ εἴασεν. ὁ μὲν οὖν ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν· οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, ⸀μεταβαλόμενοι9 ἔλεγον ⸂αὐτὸν εἶναι θεόν10. Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς ⸂τρεῖς ἡμέρας11 φιλοφρόνως ἐξένισεν. ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ ⸀δυσεντερίῳ12 συνεχόμενον κατακεῖσθαι, πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν. τούτου ⸀δὲ13 γενομένου καὶ οἱ λοιποὶ οἱ ⸂ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας14 προσήρχοντο καὶ ἐθεραπεύοντο, οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς ⸂τὰς χρείας15. Μετὰ δὲ τρεῖς μῆνας ⸀ἀνήχθημεν16 ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις. καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς, ὅθεν ⸀περιελόντες17 κατηντήσαμεν εἰς Ῥήγιον. καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους, οὗ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν ⸀παρʼ18 αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθαμεν. κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν ⸀ἦλθαν19 εἰς ἀπάντησιν ἡμῖν ἄχρι Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ θεῷ ἔλαβε θάρσος. Ὅτε δὲ ⸀εἰσήλθομεν20 εἰς Ῥώμην, ⸂ἐπετράπη τῷ Παύλῳ21 μένειν καθʼ ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ. Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι ⸀αὐτὸν22 τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγεν πρὸς αὐτούς· ⸂Ἐγώ, ἄνδρες ἀδελφοί⸃, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων,23 οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί· ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι ⸀κατηγορεῖν24 διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι, ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι. οἱ δὲ πρὸς αὐτὸν εἶπαν· Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέν τι περὶ σοῦ πονηρόν. ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς, περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ⸂ἡμῖν ἐστιν25 ὅτι πανταχοῦ ἀντιλέγεται. Ταξάμενοι δὲ αὐτῷ ἡμέραν ⸀ἧκον26 πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ θεοῦ πείθων τε ⸀αὐτοὺς27 περὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν ἀπὸ πρωῒ ἕως ἑσπέρας. καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις οἱ δὲ ἠπίστουν, ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἓν ὅτι Καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ⸀ὑμῶν28 ⸀λέγων29 Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπόν· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. γνωστὸν οὖν ⸂ἔστω ὑμῖν30 ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη ⸀τοῦτο31 τὸ σωτήριον τοῦ θεοῦ· αὐτοὶ καὶ ⸀ἀκούσονται32 ⸀Ἐνέμεινεν33 ⸀δὲ34 διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν, κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως. ‘/book’

Source notes (34)
  1. Footnote ἐπέγνωμεν WH Treg NA28 ] ἐπέγνωσαν RP
  2. Footnote Μελίτη Treg NA28 RP ] Μελιτήνη WH
  3. Footnote τε WH Treg NA28 ] δὲ RP
  4. Footnote ἅψαντες WH Treg NA28 ] ἀνάψαντες RP
  5. Footnote τι WH Treg NA28 ] – RP
  6. Footnote ἀπὸ WH Treg NA28 ] ἐκ RP
  7. Footnote ἐξελθοῦσα WH Treg NA28 ] διεξελθοῦσα RP
  8. Footnote πρὸς ἀλλήλους ἔλεγον WH Treg NA28 ] ἔλεγον πρὸς ἀλλήλους RP
  9. Footnote μεταβαλόμενοι WH Treg NA28 ] μεταβαλλόμενοι RP
  10. Footnote αὐτὸν εἶναι θεόν WH Treg NA28 ] θεὸν αὐτὸν εἶναι RP
  11. Footnote τρεῖς ἡμέρας Treg NA28 RP ] ἡμέρας τρεῖς WH
  12. Footnote δυσεντερίῳ WH Treg NA28 ] δυσεντερίᾳ RP
  13. Footnote δὲ WH Treg NA28 ] οὖν RP
  14. Footnote ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας WH Treg NA28 ] ἔχοντες ἀσθενείας ἐν τῇ νήσῳ RP
  15. Footnote τὰς χρείας WH Treg NA28 ] τὴν χρείαν RP
  16. Footnote ἀνήχθημεν WH Treg NA28 ] ἤχθημεν RP
  17. Footnote περιελόντες WH NA28 ] περιελθόντες Treg RP
  18. Footnote παρʼ WH Treg NA28 ] ἐπʼ RP
  19. Footnote ἦλθαν WH Treg NA28 ] ἐξῆλθον RP
  20. Footnote εἰσήλθομεν WH Treg NA28 ] ἤλθομεν RP
  21. Footnote ἐπετράπη τῷ Παύλῳ WH Treg NA28 ] ὁ ἑκατόνταρχος παρέδωκεν τοὺς δεσμίους τῷ στρατοπεδάρχῃ τῷ δὲ Παύλῳ ἐπετράπη RP
  22. Footnote αὐτὸν WH Treg NA28 ] τὸν Παῦλον RP
  23. Footnote Ἐγώ ἄνδρες ἀδελφοί WH Treg NA28 ] Ἄνδρες ἀδελφοί ἐγὼ RP
  24. Footnote κατηγορεῖν WH Treg NA28 ] κατηγορῆσαι RP
  25. Footnote ἡμῖν ἐστιν WH Treg NA28 ] ἐστιν ἡμῖν RP
  26. Footnote ἧκον RP ] ἦλθον WH Treg NA28
  27. Footnote αὐτοὺς WH Treg NA28 ] + τὰ RP
  28. Footnote ὑμῶν WH Treg NA28 ] ἡμῶν RP
  29. Footnote λέγων WH Treg NA28 ] λέγον RP
  30. Footnote ἔστω ὑμῖν Treg NA28 RP ] ὑμῖν ἔστω WH
  31. Footnote τοῦτο WH Treg NA28 ] – RP
  32. Footnote ἀκούσονται WH Treg NA28 ] + 29 Καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἀπῆλθον οἱ Ἰουδαῖοι, πολλὴν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν. RP
  33. Footnote Ἐνέμεινεν WH Treg NA28 ] Ἔμεινεν RP
  34. Footnote δὲ WH Treg NA28 ] + ὁ Παῦλος RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.