Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 26
Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη· Ἐπιτρέπεταί σοι ⸀ὑπὲρ1 σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ⸂ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο2 · Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων ⸂σήμερον ἀπολογεῖσθαι3, μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ⸀ἐθῶν4 τε καὶ ζητημάτων· διὸ ⸀δέομαι5 μακροθύμως ἀκοῦσαί μου. Τὴν μὲν οὖν βίωσίν μου ⸀τὴν6 ἐκ νεότητος τὴν ἀπʼ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν ⸀τε7 Ἱεροσολύμοις ἴσασι ⸀πάντες8 Ἰουδαῖοι, προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος. καὶ νῦν ἐπʼ ἐλπίδι τῆς ⸀εἰς9 τοὺς πατέρας ⸀ἡμῶν10 ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος, εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ⸂ὑπὸ Ἰουδαίων, βασιλεῦ⸃·11 τί ἄπιστον κρίνεται παρʼ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει; Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι· ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλούς ⸀τε12 τῶν ἁγίων ἐγὼ ⸀ἐν13 φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον, καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις. Ἐν ⸀οἷς14 πορευόμενος εἰς τὴν Δαμασκὸν μετʼ ἐξουσίας καὶ ἐπιτροπῆς ⸀τῆς15 τῶν ἀρχιερέων ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους· πάντων ⸀τε16 καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν ⸀λέγουσαν17 πρός ⸀με18 τῇ Ἑβραΐδι διαλέκτῳ· Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν. ἐγὼ δὲ εἶπα· Τίς εἶ, κύριε; ὁ δὲ ⸀κύριος19 εἶπεν· Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές ⸀με20 ὧν τε ὀφθήσομαί σοι, ἐξαιρούμενός σε ἐκ21 τοῦ λαοῦ καὶ ⸀ἐκ τῶν ἐθνῶν, εἰς οὓς ἐγὼ ⸂ἀποστέλλω σε22 ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ⸀ἐπιστρέψαι23 ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ, ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν ⸀τε24 καὶ Ἱεροσολύμοις, ⸀πᾶσάν25 τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν ⸀ἀπήγγελλον26 μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. ἕνεκα τούτων ⸂με Ἰουδαῖοι27 ⸀συλλαβόμενοι28 ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι. ἐπικουρίας οὖν τυχὼν τῆς ⸀ἀπὸ29 τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς, εἰ παθητὸς ὁ χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ ⸀τε30 λαῷ καὶ τοῖς ἔθνεσιν. Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ ⸀φησιν31 Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει. ὁ δὲ ⸀Παῦλος32 Οὐ μαίνομαι, φησίν, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι. ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν ⸀καὶ33 παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ ⸀αὐτὸν34 τούτων οὐ πείθομαι ⸀οὐθέν35 οὐ γάρ ⸀ἐστιν36 ἐν γωνίᾳ πεπραγμένον τοῦτο. πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις. ὁ δὲ Ἀγρίππας πρὸς τὸν ⸀Παῦλον37 Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ⸀ποιῆσαι38 ὁ δὲ ⸀Παῦλος39 Εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν ⸀μεγάλῳ40 οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι παρεκτὸς τῶν δεσμῶν τούτων. ⸀Ἀνέστη41 ⸀τε42 ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς, καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου ⸂ἢ δεσμῶν ἄξιον43 ⸀τι44 πράσσει ὁ ἄνθρωπος οὗτος. Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη· Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα.
Source notes (44)
- Footnote ὑπὲρ WH RP ] περὶ Treg NA28
- Footnote ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο WH Treg NA28 ] ἀπελογεῖτο ἐκτείνας τὴν χεῖρα RP
- Footnote σήμερον ἀπολογεῖσθαι WH Treg NA28 ] ἀπολογεῖσθαι σήμερον RP
- Footnote ἐθῶν WH Treg NA28 ] ἠθῶν RP
- Footnote δέομαι WH Treg NA28 ] + σου RP
- Footnote τὴν NA28 RP ] – WH Treg
- Footnote τε WH Treg NA28 ] – RP
- Footnote πάντες WH Treg ] + οἱ NA28 RP
- Footnote εἰς WH Treg NA28 ] πρὸς RP
- Footnote ἡμῶν WH Treg NA28 ] – RP
- Footnote ὑπὸ Ἰουδαίων βασιλεῦ WH Treg NA28 ] βασιλεῦ Ἀγρίππα ὑπὸ Ἰουδαίων RP
- Footnote τε WH Treg NA28 ] – RP
- Footnote ἐν WH Treg NA28 ] – RP
- Footnote οἷς WH Treg NA28 ] + καὶ RP
- Footnote τῆς WH Treg NA28 ] + παρὰ RP
- Footnote τε WH Treg NA28 ] δὲ RP
- Footnote λέγουσαν WH Treg NA28 ] λαλοῦσαν RP
- Footnote με WH Treg NA28 ] + καὶ λέγουσαν RP
- Footnote κύριος WH Treg NA28 ] – RP
- Footnote με WH NA28 ] – Treg RP
- Footnote ἐκ WH Treg NA28 ] – RP
- Footnote ἀποστέλλω σε WH Treg NA28 ] σε ἀποστέλλω RP
- Footnote ἐπιστρέψαι WH Treg NA28 ] ὑποστρέψαι RP
- Footnote τε WH Treg NA28 ] – RP
- Footnote πᾶσάν WH Treg NA28 ] εἰς πᾶσάν RP
- Footnote ἀπήγγελλον WH Treg NA28 ] ἀπαγγέλλων RP
- Footnote με Ἰουδαῖοι WH Treg NA28 ] οἱ Ἰουδαῖοι με RP
- Footnote συλλαβόμενοι WH Treg RP ] + ὄντα NA28
- Footnote ἀπὸ WH Treg NA28 ] παρὰ RP
- Footnote τε WH Treg NA28 ] – RP
- Footnote φησιν WH Treg NA28 ] ἔφη RP
- Footnote Παῦλος WH Treg NA28 ] – RP
- Footnote καὶ Treg NA28 RP ] – WH
- Footnote αὐτὸν WH ] + τι Treg NA28 RP
- Footnote οὐθέν WH Treg NA28 ] οὐδέν RP
- Footnote ἐστιν WH Treg NA28 ] – RP
- Footnote Παῦλον WH Treg NA28 ] + ἔφη RP
- Footnote ποιῆσαι WH Treg NA28 ] γενέσθαι RP
- Footnote Παῦλος WH Treg NA28 ] + εἶπεν RP
- Footnote μεγάλῳ WH Treg NA28 ] πολλῷ RP
- Footnote Ἀνέστη WH Treg NA28 ] Καὶ ταῦτα εἰπόντος αὐτοῦ ἀνέστη RP
- Footnote τε WH Treg NA28 ] – RP
- Footnote ἢ δεσμῶν ἄξιον WH Treg NA28 ] ἄξιον ἢ δεσμῶν RP
- Footnote τι NA28 ] – WH Treg RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.