Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 25
Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχείᾳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας, ἐνεφάνισάν ⸀τε1 αὐτῷ ⸂οἱ ἀρχιερεῖς2 καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτὸν αἰτούμενοι χάριν κατʼ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον ⸂εἰς Καισάρειαν3, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι· Οἱ οὖν ⸂ἐν ὑμῖν, φησίν, δυνατοὶ⸃ συγκαταβάντες εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ ⸀ἄτοπον κατηγορείτωσαν αὐτοῦ.4 5 Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας ⸂οὐ πλείους ὀκτὼ6 ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι. παραγενομένου δὲ αὐτοῦ περιέστησαν ⸀αὐτὸν7 οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα ⸀καταφέροντες8 ἃ οὐκ ἴσχυον ἀποδεῖξαι, ⸂τοῦ Παύλου ἀπολογουμένου9 ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον. ὁ Φῆστος δὲ ⸂θέλων τοῖς Ἰουδαίοις10 χάριν καταθέσθαι ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν· Θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων ⸀κριθῆναι11 ἐπʼ ἐμοῦ; εἶπεν δὲ ὁ Παῦλος· ⸂Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς12 εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ⸀ἠδίκησα13 ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. εἰ μὲν ⸀οὖν14 ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐπικαλοῦμαι. τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη· Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ. Ἡμερῶν δὲ διαγενομένων τινῶν Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασάμενοι τὸν Φῆστον. ὡς δὲ πλείους ἡμέρας ⸀διέτριβον15 ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων· Ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος, περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατʼ αὐτοῦ ⸀καταδίκην16 πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ⸀ἄνθρωπον17 πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. συνελθόντων ⸀οὖν18 ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα· περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ⸀ἔφερον19 ὧν ⸂ἐγὼ ὑπενόουν20 ⸀πονηρῶν21 ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν. ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ ⸀τούτων22 ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς ⸀Ἱεροσόλυμα23 κἀκεῖ κρίνεσθαι περὶ τούτων. τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ ⸀ἀναπέμψω24 αὐτὸν πρὸς Καίσαρα. Ἀγρίππας δὲ πρὸς τὸν ⸀Φῆστον25 Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. ⸀Αὔριον26 φησίν, ἀκούσῃ αὐτοῦ. Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν ⸀τε27 χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατʼ ⸀ἐξοχὴν28 τῆς πόλεως καὶ κελεύσαντος τοῦ Φήστου ἤχθη ὁ Παῦλος. καί φησιν ὁ Φῆστος· Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ ⸀ἅπαν29 τὸ πλῆθος τῶν Ἰουδαίων ⸀ἐνέτυχόν30 μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ⸀βοῶντες31 μὴ δεῖν ⸂αὐτὸν ζῆν32 μηκέτι. ἐγὼ δὲ ⸀κατελαβόμην33 μηδὲν ἄξιον ⸂αὐτὸν θανάτου34 πεπραχέναι, ⸀αὐτοῦ35 δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν ἔκρινα ⸀πέμπειν36 περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφʼ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί ⸀γράψω37 ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατʼ αὐτοῦ αἰτίας σημᾶναι.
Source notes (37)
- Footnote τε WH Treg NA28 ] δὲ RP
- Footnote οἱ ἀρχιερεῖς WH Treg NA28 ] ὁ ἀρχιερεὺς RP
- Footnote εἰς Καισάρειαν WH Treg NA28 ] ἐν Καισαρείᾳ RP
- Footnote ἐν ὑμῖν φησίν δυνατοὶ WH Treg NA28 ] δυνατοὶ ἐν ὑμῖν φησίν RP
- Footnote ἄτοπον WH Treg NA28 ] τούτω RP
- Footnote οὐ πλείους ὀκτὼ WH Treg NA28 ] πλείους RP; ὀκτὼ NIV
- Footnote αὐτὸν WH Treg NA28 ] – RP
- Footnote καταφέροντες WH Treg NA28 ] φέροντες κατὰ τοῦ Παῦλου RP
- Footnote τοῦ Παύλου ἀπολογουμένου WH Treg NA28 ] ἀπολογουμένου αὐτοῦ RP
- Footnote θέλων τοῖς Ἰουδαίοις WH Treg NA28 ] τοῖς Ἰουδαίοις θέλων RP
- Footnote κριθῆναι WH Treg NA28 ] κρίνεσθαι RP
- Footnote Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς Treg NA28 RP ] Ἑστὼς ἐπὶ τοῦ βήματος Καίσαρός WH
- Footnote ἠδίκησα NA28 RP ] ἠδίκηκα WH Treg
- Footnote οὖν WH Treg NA28 ] γὰρ RP
- Footnote διέτριβον WH Treg NA28 ] διέτριβεν RP
- Footnote καταδίκην WH Treg NA28 ] δίκην RP
- Footnote ἄνθρωπον WH Treg NA28 ] + εἰς ἀπώλειαν RP
- Footnote οὖν WH ] + αὐτῶν Treg NA28 RP
- Footnote ἔφερον WH Treg NA28 ] ἐπέφερον RP
- Footnote ἐγὼ ὑπενόουν WH Treg NA28 ] ὑπενόουν ἐγὼ RP
- Footnote πονηρῶν WH Treg NA28 ] – RP
- Footnote τούτων WH Treg NA28 ] τούτου RP
- Footnote Ἱεροσόλυμα WH Treg NA28 ] Ἱερουσαλήμ RP
- Footnote ἀναπέμψω WH Treg NA28 ] πέμψω RP
- Footnote Φῆστον WH Treg NA28 ] + ἔφη RP
- Footnote Αὔριον WH Treg NA28 ] Ὁ δέ Αὔριον RP
- Footnote τε WH Treg NA28 ] + τοῖς RP
- Footnote ἐξοχὴν WH Treg NA28 ] + οὖσιν RP
- Footnote ἅπαν WH Treg NA28 ] πᾶν RP
- Footnote ἐνέτυχόν Treg NA28 RP ] ἐνέτυχέν WH
- Footnote βοῶντες WH Treg NA28 ] ἐπιβοῶντες RP
- Footnote αὐτὸν ζῆν WH Treg NA28 ] ζῆν αὐτὸν RP
- Footnote κατελαβόμην WH Treg NA28 ] καταλαβόμενος RP
- Footnote αὐτὸν θανάτου WH Treg NA28 ] θανάτου αὐτὸν RP
- Footnote αὐτοῦ WH Treg NA28 ] καὶ αὐτοῦ RP
- Footnote πέμπειν WH Treg NA28 ] + αὐτόν RP
- Footnote γράψω WH Treg NA28 ] γράψαι RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.