Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24
Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἁνανίας μετὰ ⸂πρεσβυτέρων τινῶν1 καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων· Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ ⸀διορθωμάτων2 γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας. ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ. εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα ⸀στάσεις3 πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως, ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι, ὃν καὶ ⸀ἐκρατήσαμεν4 παρʼ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν.
Ἀπεκρίθη ⸀τε5 ὁ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν· Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος ⸀εὐθύμως6 τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, δυναμένου σου ⸀ἐπιγνῶναι7 ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι ⸀δώδεκα8 ἀφʼ ἧς ἀνέβην προσκυνήσων ⸀εἰς9 Ἰερουσαλήμ, καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ⸀ἐπίστασιν10 ποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν, ⸀οὐδὲ11 ⸀παραστῆσαι12 δύνανταί ⸀σοι13 περὶ ὧν ⸀νυνὶ14 κατηγοροῦσίν μου. ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ ⸂τοῖς ἐν15 τοῖς προφήταις γεγραμμένοις, ἐλπίδα ἔχων εἰς τὸν θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ⸀ἔσεσθαι16 δικαίων τε καὶ ἀδίκων· ἐν τούτῳ ⸀καὶ17 αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ⸀ἔχειν18 πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. διʼ ἐτῶν δὲ πλειόνων ⸂ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην19 καὶ προσφοράς, ἐν ⸀αἷς20 εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς ⸀ἔδει21 ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρὸς ⸀ἐμέ22 ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί ⸀εὗρον23 ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ⸂ἐν αὐτοῖς ἑστὼς24 ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ⸀ἐφʼ25 ὑμῶν.
⸂Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ26, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, ⸀εἴπας27 Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ διαγνώσομαι τὰ καθʼ ὑμᾶς· ⸀διαταξάμενος28 τῷ ἑκατοντάρχῃ τηρεῖσθαι ⸀αὐτὸν29 ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ⸀ὑπηρετεῖν30 αὐτῷ.
Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ ⸀ἰδίᾳ31 γυναικὶ οὔσῃ Ἰουδαίᾳ μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν ⸀Ἰησοῦν32 πίστεως. διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ ⸀μέλλοντος33 ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη· Τὸ νῦν ἔχον πορεύου, καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ ⸀Παύλου34 διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ.
Διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε ⸀χάριτα35 καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.
Source notes (35)
- Footnote πρεσβυτέρων τινῶν WH Treg NA28 ] τῶν πρεσβυτέρων RP
- Footnote διορθωμάτων WH Treg NA28 ] κατορθωμάτων RP
- Footnote στάσεις WH Treg NA28 ] στάσιν RP
- Footnote ἐκρατήσαμεν WH Treg NA28 RP ] + καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρίνειν. 7 παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγε, 8 κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σέ· TR
- Footnote τε WH Treg NA28 ] δὲ RP
- Footnote εὐθύμως WH Treg NA28 ] εὐθυμότερον RP
- Footnote ἐπιγνῶναι WH Treg NA28 ] γνῶναι RP
- Footnote δώδεκα WH Treg NA28 ] δεκαδύο RP
- Footnote εἰς WH Treg NA28 ] ἐν RP
- Footnote ἐπίστασιν WH Treg NA28 ] ἐπισύστασιν RP
- Footnote οὐδὲ WH NA28 ] οὔτε Treg RP
- Footnote παραστῆσαι WH Treg NA28 ] + με RP
- Footnote σοι WH Treg NA28 ] – RP
- Footnote νυνὶ WH Treg NA28 ] νῦν RP
- Footnote τοῖς ἐν WH Treg NA28 ] – RP
- Footnote ἔσεσθαι WH Treg NA28 ] + νεκρῶν RP
- Footnote καὶ WH Treg NA28 ] δὲ RP
- Footnote ἔχειν WH Treg NA28 ] ἔχων RP
- Footnote ἐλεημοσύνας … μου παρεγενόμην WH Treg NA28 ] παρεγενόμην ἐλεημοσύνας … μου RP
- Footnote αἷς WH Treg NA28 ] οἷς RP
- Footnote ἔδει WH Treg NA28 ] δεῖ RP
- Footnote ἐμέ WH Treg NA28 ] με RP
- Footnote εὗρον WH NA28 ] + ἐν ἐμοὶ Treg RP
- Footnote ἐν αὐτοῖς ἑστὼς WH Treg NA28 ] ἑστὼς ἐν αὐτοῖς RP
- Footnote ἐφʼ WH Treg NA28 ] ὑφʼ RP
- Footnote Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ WH Treg NA28 ] Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς RP
- Footnote εἴπας WH Treg NA28 ] εἰπών RP
- Footnote διαταξάμενος WH Treg NA28 ] + τε RP
- Footnote αὐτὸν WH Treg NA28 ] τὸν Παῦλον RP
- Footnote ὑπηρετεῖν WH Treg NA28 ] + ἢ προσέρχεσθαι RP
- Footnote ἰδίᾳ WH Treg NA28 ] – RP
- Footnote Ἰησοῦν WH NA28 ] – Treg RP
- Footnote μέλλοντος WH Treg NA28 ] + ἔσεσθαι RP
- Footnote Παύλου WH Treg NA28 ] + ὅπως λύσῃ αὐτόν RP
- Footnote χάριτα WH Treg NA28 ] χάριτας RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.