Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 23

ἀτενίσας δὲ ⸂ὁ Παῦλος τῷ συνεδρίῳ1 εἶπεν· Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας. ὁ δὲ ἀρχιερεὺς Ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα. τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν· Τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; οἱ δὲ παρεστῶτες εἶπαν· Τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς; ἔφη τε ὁ Παῦλος· Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι2 ἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ ⸀ὅτι Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.

Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ⸀ἔκραζεν3 ἐν τῷ συνεδρίῳ· Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς ⸀Φαρισαίων4 περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ⸀ἐγὼ5 κρίνομαι. τοῦτο δὲ αὐτοῦ ⸀λαλοῦντος6 ἐγένετο στάσις τῶν Φαρισαίων ⸂καὶ Σαδδουκαίων7, καὶ ἐσχίσθη τὸ πλῆθος. Σαδδουκαῖοι ⸀μὲν8 γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν ⸀μήτε9 ἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα. ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες ⸂τινὲς τῶν γραμματέων10 τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες· Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ⸀ἄγγελος11 πολλῆς δὲ ⸀γινομένης12 στάσεως ⸀φοβηθεὶς13 ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπʼ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα ⸀καταβὰν14 ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν ⸀τε15 εἰς τὴν παρεμβολήν.

Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν· ⸀Θάρσει16 ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.

Γενομένης δὲ ἡμέρας ποιήσαντες ⸂συστροφὴν οἱ Ἰουδαῖοι17 ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον. ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ⸀ποιησάμενοι18 οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν· Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ ⸀ὅπως19 ⸂καταγάγῃ αὐτὸν εἰς20 ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.

Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου ⸂τὴν ἐνέδραν21 παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῷ Παύλῳ. προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη· Τὸν νεανίαν τοῦτον ⸀ἄπαγε22 πρὸς τὸν χιλίαρχον, ἔχει γὰρ ⸂ἀπαγγεῖλαί τι23 αὐτῷ. ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν· Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν ⸀νεανίαν24 ἀγαγεῖν πρὸς σέ, ἔχοντά τι λαλῆσαί σοι. ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατʼ ἰδίαν ἐπυνθάνετο· Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι; εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον ⸂τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον25 ὡς ⸀μέλλον26 τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ· σὺ οὖν μὴ πεισθῇς αὐτοῖς, ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν, καὶ νῦν ⸂εἰσιν ἕτοιμοι27 προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν. ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν ⸀νεανίσκον28 παραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρὸς ⸀ἐμέ29

Καὶ προσκαλεσάμενός ⸂τινας δύο30 τῶν ἑκατονταρχῶν εἶπεν· Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός, κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα, γράψας ἐπιστολὴν ⸀ἔχουσαν31 τὸν τύπον τοῦτον· Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν. τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπʼ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι ⸀ἐξειλάμην32 μαθὼν ὅτι Ῥωμαῖός ἐστιν, βουλόμενός ⸀τε33 ⸀ἐπιγνῶναι34 τὴν αἰτίαν διʼ ἣν ἐνεκάλουν αὐτῷ, ⸀κατήγαγον35 εἰς τὸ συνέδριον αὐτῶν. ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲ36 ⸀δὲ ἄξιον θανάτου ἢ δεσμῶν ⸂ἔχοντα ἔγκλημα37. μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ⸀ἄνδρα38 ἔσεσθαι ⸀ἐξαυτῆς39 ἔπεμψα πρὸς σέ, παραγγείλας καὶ τοῖς κατηγόροις ⸀λέγειν40 πρὸς αὐτὸν ἐπὶ ⸀σοῦ41

Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον ⸀διὰ42 νυκτὸς εἰς τὴν Ἀντιπατρίδα· τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ⸀ἀπέρχεσθαι43 σὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ. ἀναγνοὺς ⸀δὲ44 καὶ ἐπερωτήσας ἐκ ποίας ⸀ἐπαρχείας45 ἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας, Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· ⸀κελεύσας46 ἐν τῷ πραιτωρίῳ ⸀τοῦ47 Ἡρῴδου φυλάσσεσθαι ⸀αὐτόν48

Source notes (48)
  1. Footnote ὁ Παῦλος τῷ συνεδρίῳ NA28 RP ] Παῦλος τῷ συνεδρίῳ WH; τῷ συνεδρίῳ ὁ Παῦλος Treg
  2. Footnote ὅτι WH Treg NA28 ] – RP
  3. Footnote ἔκραζεν WH Treg NA28 ] ἔκραξεν RP
  4. Footnote Φαρισαίων WH Treg NA28 ] Φαρισαίου RP
  5. Footnote ἐγὼ NA28 RP ] – WH Treg
  6. Footnote λαλοῦντος WH ] εἰπόντος NA28 Treg; λαλήσαντος RP
  7. Footnote καὶ Σαδδουκαίων WH Treg NA28 ] – RP
  8. Footnote μὲν Treg NA28 RP ] – WH
  9. Footnote μήτε WH Treg NA28 ] μηδὲ RP
  10. Footnote τινὲς τῶν γραμματέων WH Treg NA28 ] οἱ γραμματεῖς RP
  11. Footnote ἄγγελος WH Treg NA28 ] + μὴ θεομαχῶμεν RP
  12. Footnote γινομένης WH NA28 ] γενομένης Treg RP
  13. Footnote φοβηθεὶς WH Treg NA28 ] εὐλαβηθεὶς RP
  14. Footnote καταβὰν WH Treg NA28 ] καταβῆναι καὶ RP
  15. Footnote τε Treg NA28 RP ] – WH
  16. Footnote Θάρσει WH Treg NA28 ] + Παῦλε RP
  17. Footnote συστροφὴν οἱ Ἰουδαῖοι WH Treg NA28 ] τινες τῶν Ἰουδαίων συστροφήν RP
  18. Footnote ποιησάμενοι WH Treg NA28 ] πεποιηκότες RP
  19. Footnote ὅπως WH Treg NA28 ] + αὔριον RP
  20. Footnote καταγάγῃ αὐτὸν εἰς WH Treg NA28 ] αὐτὸν καταγάγῃ πρὸς RP
  21. Footnote τὴν ἐνέδραν WH Treg NA28 ] τὸ ἔνεδρον RP
  22. Footnote ἄπαγε WH Treg ] ἀπάγαγε NA28 RP
  23. Footnote ἀπαγγεῖλαί τι WH Treg NA28 ] τι ἀπαγγεῖλαί RP
  24. Footnote νεανίαν WH RP ] νεανίσκον NA28 Treg
  25. Footnote τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον WH Treg NA28 ] εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον RP
  26. Footnote μέλλον NA28 ] μέλλων WH Treg; μέλλοντά RP
  27. Footnote εἰσιν ἕτοιμοι WH Treg NA28 ] ἕτοιμοι εἰσιν RP
  28. Footnote νεανίσκον WH Treg NA28 ] νεανίαν RP
  29. Footnote ἐμέ WH Treg ] με NA28 RP
  30. Footnote τινας δύο WH Treg ] δύο τινας NA28 RP
  31. Footnote ἔχουσαν WH Treg NA28 ] περιέχουσαν RP
  32. Footnote ἐξειλάμην WH Treg NA28 ] + αὐτόν RP
  33. Footnote τε WH Treg NA28 ] δὲ RP
  34. Footnote ἐπιγνῶναι WH Treg NA28 ] γνῶναι RP
  35. Footnote κατήγαγον WH Treg NA28 ] + αὐτὸν RP
  36. Footnote δὲ WH Treg NA28 ] – RP
  37. Footnote ἔχοντα ἔγκλημα WH Treg NA28 ] ἔγκλημα ἔχοντα RP
  38. Footnote ἄνδρα WH Treg NA28 ] + μέλλειν RP
  39. Footnote ἐξαυτῆς WH NA28 ] ἐξ αὐτῶν Treg; ὑπὸ τῶν Ἰουδαίων ἐξαυτῆς RP
  40. Footnote λέγειν WH Treg ] + τὰ NA28 RP
  41. Footnote σοῦ WH Treg NA28 ] + Ἔρρωσο RP
  42. Footnote διὰ WH Treg NA28 ] + τῆς RP
  43. Footnote ἀπέρχεσθαι WH Treg NA28 ] πορεύεσθαι RP
  44. Footnote δὲ WH Treg NA28 ] + ὁ ἡγεμών RP
  45. Footnote ἐπαρχείας WH NA28 ] ἐπαρχίας Treg RP
  46. Footnote κελεύσας WH Treg NA28 ] Ἐκέλευσέν τε αὐτὸν RP
  47. Footnote τοῦ WH Treg NA28 ] – RP
  48. Footnote αὐτόν WH Treg NA28 ] – RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.