Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 10
Ἀνὴρ δέ ⸀τις1 ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς, εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ⸀ποιῶν2 ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ θεοῦ διὰ παντός, εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ ⸀περὶ3 ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ· Κορνήλιε. ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπεν· Τί ἐστιν, κύριε; εἶπεν δὲ αὐτῷ· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ⸀ἔμπροσθεν4 τοῦ θεοῦ· καὶ νῦν πέμψον ⸂ἄνδρας εἰς Ἰόππην5 καὶ μετάπεμψαι Σίμωνά ⸂τινα ὃς ἐπικαλεῖται Πέτρος6 · οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν. ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ⸀αὐτῷ7 φωνήσας δύο τῶν ⸀οἰκετῶν8 καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ καὶ ἐξηγησάμενος ⸂ἅπαντα αὐτοῖς9 ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.
Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην. ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι· παρασκευαζόντων δὲ ⸀αὐτῶν10 ⸀ἐγένετο11 ἐπʼ αὐτὸν ἔκστασις, καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ ⸀καταβαῖνον12 σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ⸀ἀρχαῖς13 καθιέμενον ἐπὶ τῆς γῆς, ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα ⸂καὶ ἑρπετὰ τῆς γῆς καὶ14 πετεινὰ τοῦ οὐρανοῦ. καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. ὁ δὲ Πέτρος εἶπεν· Μηδαμῶς, κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ⸀καὶ15 ἀκάθαρτον. καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου. τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ⸀εὐθὺς16 ἀνελήμφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, ⸀ἰδοὺ17 οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ⸀ὑπὸ18 τοῦ19 Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν ⸀τοῦ Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, καὶ φωνήσαντες ⸀ἐπυνθάνοντο20 εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται. τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν ⸂αὐτῷ τὸ πνεῦμα21 · Ἰδοὺ ⸀ἄνδρες22 ⸀ζητοῦντές23 σε· ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, ⸀ὅτι24 ἐγὼ ἀπέσταλκα αὐτούς. καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν· Ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία διʼ ἣν πάρεστε; οἱ δὲ εἶπαν· Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεὸν μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ. εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν.25
Τῇ δὲ ἐπαύριον ⸀ἀναστὰς ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ. ⸂τῇ δὲ26 ἐπαύριον ⸀εἰσῆλθεν27 εἰς τὴν Καισάρειαν. ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν. ὁ δὲ Πέτρος ⸂ἤγειρεν αὐτὸν28 λέγων· Ἀνάστηθι· καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι. καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν, καὶ εὑρίσκει συνεληλυθότας πολλούς, ἔφη τε πρὸς αὐτούς· Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· κἀμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον· διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με.
Καὶ ὁ Κορνήλιος ἔφη· Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ⸀ἤμην29 τὴν ⸀ἐνάτην30 προσευχόμενος ἐν τῷ οἴκῳ μου, καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ καὶ φησί· Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ θεοῦ. πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ ⸀θάλασσαν31 ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ ⸀κυρίου32
Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν· Ἐπʼ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήμπτης ὁ θεός, ἀλλʼ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν. τὸν λόγον ⸀ὃν33 ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστιν πάντων κύριος. ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθʼ ὅλης τῆς Ἰουδαίας, ⸀ἀρξάμενος34 ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης, Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ θεὸς ἦν μετʼ αὐτοῦ· καὶ ⸀ἡμεῖς35 μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων ⸀καὶ36 Ἰερουσαλήμ· ὃν καὶ ἀνεῖλαν κρεμάσαντες ἐπὶ ξύλου. τοῦτον ὁ θεὸς ἤγειρεν ⸀τῇ37 τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, οὐ παντὶ τῷ λαῷ ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι ⸀οὗτός38 ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.
Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσε τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ⸀ὅσοι39 συνῆλθαν τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ⸂ἁγίου πνεύματος40 ἐκκέχυται· ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν θεόν. τότε ⸀ἀπεκρίθη41 Πέτρος· Μήτι τὸ ὕδωρ ⸂δύναται κωλῦσαί42 τις τοῦ μὴ βαπτισθῆναι τούτους οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον ⸀ὡς43 καὶ ἡμεῖς; προσέταξεν ⸀δὲ44 αὐτοὺς ⸂ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισθῆναι45. τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.
Source notes (45)
- Footnote τις WH Treg NA28 ] + ἦν RP
- Footnote ποιῶν WH Treg NA28 ] + τε RP
- Footnote περὶ WH Treg NA28 ] – RP
- Footnote ἔμπροσθεν WH Treg NA28 ] ἐνώπιον RP
- Footnote ἄνδρας εἰς Ἰόππην WH Treg NA28 ] εἰς Ἰόππην ἄνδρας RP
- Footnote τινα ὃς ἐπικαλεῖται Πέτρος WH Treg NA28 ] τὸν ἐπικαλούμενον Πέτρον RP
- Footnote αὐτῷ WH Treg NA28 ] τῷ Κορνηλίῳ RP
- Footnote οἰκετῶν WH Treg NA28 ] + αὐτοῦ RP
- Footnote ἅπαντα αὐτοῖς WH Treg NA28 ] αὐτοῖς ἅπαντα RP
- Footnote αὐτῶν WH Treg NA28 ] ἐκείνων RP
- Footnote ἐγένετο WH Treg NA28 ] ἐπέπεσεν RP
- Footnote καταβαῖνον WH Treg NA28 ] + ἐπʼ αὐτὸν RP
- Footnote ἀρχαῖς WH Treg NA28 ] + δεδεμένον καὶ RP
- Footnote καὶ ἑρπετὰ τῆς γῆς καὶ WH Treg NA28 ] τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ RP
- Footnote καὶ WH Treg NA28 ] ἢ RP
- Footnote εὐθὺς WH Treg NA28 ] πάλιν RP
- Footnote ἰδοὺ WH Treg NA28 ] καὶ ἰδού RP
- Footnote ὑπὸ WH NA28 ] ἀπὸ Treg RP
- Footnote τοῦ WH Treg NA28 ] – RP
- Footnote ἐπυνθάνοντο Treg NA28 RP ] ἐπύθοντο WH
- Footnote αὐτῷ τὸ πνεῦμα NA28 RP ] τὸ πνεῦμα αὐτῷ Treg; τὸ πνεῦμα WH
- Footnote ἄνδρες RP ] + τρεῖς Treg NA28; + δύο WH
- Footnote ζητοῦντές WH NA28 ] ζητοῦσίν Treg RP
- Footnote ὅτι WH Treg NA28 ] διότι RP
- Footnote ἀναστὰς WH Treg NA28 ] ὁ Πέτρος RP
- Footnote τῇ δὲ WH Treg NA28 ] Καὶ τῇ RP
- Footnote εἰσῆλθεν WH Treg NA28 ] εἰσῆλθον RP
- Footnote ἤγειρεν αὐτὸν WH Treg NA28 ] αὐτὸν ἤγειρεν RP
- Footnote ἤμην WH Treg NA28 ] + νηστεύων καὶ RP
- Footnote ἐνάτην WH Treg NA28 ] + ὥραν RP
- Footnote θάλασσαν WH Treg NA28 ] + ὃς παραγενόμενος λαλήσει σοι RP
- Footnote κυρίου WH Treg NA28 ] θεοῦ RP
- Footnote ὃν Treg NA28 RP ] – WH
- Footnote ἀρξάμενος WH Treg NA28 ] ἀρξάμενον RP
- Footnote ἡμεῖς WH Treg NA28 ] + ἐσμεν RP
- Footnote καὶ WH Treg ] + ἐν NA28 RP
- Footnote τῇ WH Treg RP ] ἐν τῇ NA28
- Footnote οὗτός WH Treg NA28 ] αὐτός RP
- Footnote ὅσοι Treg NA28 RP ] οἳ WH
- Footnote ἁγίου πνεύματος Treg NA28 RP ] πνεύματος τοῦ ἁγίου WH
- Footnote ἀπεκρίθη WH Treg NA28 ] + ὁ RP
- Footnote δύναται κωλῦσαί WH Treg NA28 ] κωλῦσαί δύναται RP
- Footnote ὡς WH Treg NA28 ] καθὼς RP
- Footnote δὲ WH Treg NA28 ] τε RP
- Footnote ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισθῆναι WH Treg NA28 ] βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ κυρίου RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.