Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 11
Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ. ⸂ὅτε δὲ1 ἀνέβη Πέτρος εἰς ⸀Ἰερουσαλήμ2 διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς λέγοντες ὅτι ⸂Εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγες3 αὐτοῖς. ἀρξάμενος ⸀δὲ4 Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων· Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ· εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ· ἤκουσα δὲ ⸀καὶ5 φωνῆς λεγούσης μοι· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. εἶπον δέ· Μηδαμῶς, κύριε, ⸀ὅτι6 κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. ἀπεκρίθη δὲ ⸂φωνὴ ἐκ δευτέρου7 ἐκ τοῦ οὐρανοῦ· Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου. τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ⸂ἀνεσπάσθη πάλιν8 ἅπαντα εἰς τὸν οὐρανόν. καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ⸀ἦμεν9 ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με. εἶπεν δὲ ⸂τὸ πνεῦμά μοι10 συνελθεῖν αὐτοῖς μηδὲν ⸀διακρίναντα11 ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός. ἀπήγγειλεν ⸀δὲ12 ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ ⸀εἰπόντα13 Ἀπόστειλον εἰς ⸀Ἰόππην14 καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπʼ αὐτοὺς ὥσπερ καὶ ἐφʼ ἡμᾶς ἐν ἀρχῇ. ἐμνήσθην δὲ τοῦ15 ῥήματος ⸀τοῦ κυρίου ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ. εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ⸀ἐγὼ16 τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν; ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ⸀ἐδόξασαν17 τὸν θεὸν λέγοντες· ⸀Ἄρα18 καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν ⸂εἰς ζωὴν ἔδωκεν19.
Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ⸀ἐλθόντες20 εἰς Ἀντιόχειαν ἐλάλουν ⸀καὶ21 πρὸς τοὺς ⸀Ἑλληνιστάς22 εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν. καὶ ἦν χεὶρ κυρίου μετʼ αὐτῶν, πολύς τε ἀριθμὸς ⸀ὁ23 πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον. ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ⸀οὔσης24 ἐν ⸀Ἰερουσαλὴμ25 περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν ⸀Βαρναβᾶν26 ἕως Ἀντιοχείας· ὃς παραγενόμενος καὶ ἰδὼν τὴν27 χάριν ⸀τὴν τοῦ θεοῦ, ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας ⸀προσμένειν28 τῷ κυρίῳ, ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ. ἐξῆλθεν δὲ εἰς ⸀Ταρσὸν29 ἀναζητῆσαι Σαῦλον, καὶ εὑρὼν ⸀ἤγαγεν30 εἰς Ἀντιόχειαν. ἐγένετο δὲ ⸂αὐτοῖς καὶ31 ἐν32 αυτὸν ὅλον συναχθῆναι ⸀ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε ⸀πρώτως33 ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν· ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν ⸀μεγάλην34 μέλλειν ἔσεσθαι ἐφʼ ὅλην τὴν οἰκουμένην· ⸀ἥτις35 ἐγένετο ἐπὶ ⸀Κλαυδίου36 τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.
Source notes (36)
- Footnote ὅτε δὲ WH Treg NA28 ] Καὶ ὅτε RP
- Footnote Ἰερουσαλήμ WH Treg NA28 ] Ἱεροσόλυμα RP
- Footnote Εἰσῆλθες πρὸς … ἔχοντας καὶ συνέφαγες NA28 ] Πρὸς … ἔχοντας εἰσῆλθες καὶ συνέφαγες RP; Εἰσῆλθεν πρὸς … ἔχοντας καὶ συνέφαγεν WH Treg
- Footnote δὲ WH Treg NA28 ] + ὁ RP
- Footnote καὶ WH Treg NA28 ] – RP
- Footnote ὅτι WH Treg NA28 ] + πᾶν RP
- Footnote φωνὴ ἐκ δευτέρου Treg NA28 ] ἐκ δευτέρου φωνὴ WH; μοι φωνὴ ἐκ δευτέρου RP
- Footnote ἀνεσπάσθη πάλιν WH Treg NA28 ] πάλιν ἀνεσπάσθη RP
- Footnote ἦμεν WH Treg NA28 ] ἤμην NIV RP
- Footnote τὸ πνεῦμά μοι WH Treg NA28 ] μοι τὸ πνεῦμά RP
- Footnote διακρίναντα WH Treg NA28 ] διακρινόμενον RP
- Footnote δὲ WH Treg NA28 ] τε RP
- Footnote εἰπόντα WH Treg NA28 ] + αὐτῷ RP
- Footnote Ἰόππην WH Treg NA28 ] + ἄνδρας RP
- Footnote τοῦ WH Treg NA28 ] – RP
- Footnote ἐγὼ WH Treg NA28 ] + δὲ RP
- Footnote ἐδόξασαν WH Treg NA28 ] ἐδόξαζον RP
- Footnote Ἄρα WH Treg NA28 ] + γε RP
- Footnote εἰς ζωὴν ἔδωκεν WH Treg NA28 ] ἔδωκεν εἰς ζωὴν RP
- Footnote ἐλθόντες WH Treg NA28 ] εἰσελθόντες RP
- Footnote καὶ WH Treg NA28 ] – RP
- Footnote Ἑλληνιστάς WH RP NA28 ] Ἕλληνας Treg NIV
- Footnote ὁ WH Treg NA28 ] – RP
- Footnote οὔσης WH Treg NA28 ] – RP
- Footnote Ἰερουσαλὴμ WH Treg NA28 ] Ἱεροσολύμοις RP
- Footnote Βαρναβᾶν WH Treg NIV ] + διελθεῖν RP NA28
- Footnote τὴν WH Treg NA28 ] – RP
- Footnote προσμένειν Treg NA28 RP ] + ἐν WH
- Footnote Ταρσὸν WH Treg NA28 ] + ὁ Βαρνάβας RP
- Footnote ἤγαγεν WH Treg NA28 ] + αὐτὸν RP
- Footnote αὐτοῖς καὶ WH Treg NA28 ] αὐτοὺς RP
- Footnote ἐν WH Treg NA28 ] – RP
- Footnote πρώτως WH Treg NA28 ] πρώτον RP
- Footnote μεγάλην WH Treg NA28 ] μέγαν RP
- Footnote ἥτις WH Treg NA28 ] ὅστις καὶ RP
- Footnote Κλαυδίου WH Treg NA28 ] + Καίσαρος RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.