Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 9
Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ ᾐτήσατο παρʼ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ. ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ⸂ἐξαίφνης τε αὐτὸν περιήστραψεν1 φῶς ⸀ἐκ2 τοῦ οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ Σαοὺλ Σαούλ, τί με διώκεις; εἶπεν δέ3 Τίς εἶ, κύριε; ὁ ⸀δέ· Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ⸂ὅ τί4 σε δεῖ ποιεῖν. οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες. ἠγέρθη δὲ ⸀Σαῦλος5 ἀπὸ τῆς γῆς, ἀνεῳγμένων ⸀δὲ6 τῶν ὀφθαλμῶν αὐτοῦ ⸀οὐδὲν7 ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν. Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ⸂ἐν ὁράματι ὁ κύριος8 · Ἁνανία. ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ, κύριε. ὁ δὲ κύριος πρὸς αὐτόν· ⸀Ἀναστὰς9 πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα, ἰδοὺ γὰρ προσεύχεται, καὶ εἶδεν ⸂ἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι10 εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ ⸀χεῖρας11 ὅπως ἀναβλέψῃ. ἀπεκρίθη δὲ Ἁνανίας· Κύριε, ⸀ἤκουσα12 ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ⸂τοῖς ἁγίοις σου ἐποίησεν13 ἐν Ἰερουσαλήμ· καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ⸂ἐστίν μοι14 οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ⸀ἐθνῶν15 ⸀τε16 καὶ βασιλέων υἱῶν τε Ἰσραήλ, ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπʼ αὐτὸν τὰς χεῖρας εἶπεν· Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με, ⸀Ἰησοῦς17 ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου. καὶ εὐθέως ἀπέπεσαν ⸂αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν18 ⸀ὡς19 λεπίδες, ἀνέβλεψέν τε καὶ ἀναστὰς ἐβαπτίσθη, καὶ λαβὼν τροφὴν ⸀ἐνίσχυσεν20 Ἐγένετο ⸀δὲ21 μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινὰς, καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν ⸀Ἰησοῦν22 ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ. ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ⸀ἐν23 Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ ⸀συνέχυννεν24 ⸀τοὺς25 Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ χριστός. Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. ⸂παρετηροῦντο δὲ καὶ26 τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν· λαβόντες δὲ ⸂οἱ μαθηταὶ αὐτοῦ27 νυκτὸς ⸂διὰ τοῦ τείχους καθῆκαν αὐτὸν28 χαλάσαντες ἐν σπυρίδι. Παραγενόμενος δὲ ⸀εἰς29 Ἰερουσαλὴμ ⸀ἐπείραζεν30 κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής. Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι ⸀τοῦ31 Ἰησοῦ. καὶ ἦν μετʼ αὐτῶν εἰσπορευόμενος ⸂καὶ ἐκπορευόμενος32 εἰς ⸀Ἰερουσαλήμ33 παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ ⸀κυρίου34 ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ⸂ἀνελεῖν αὐτόν35. ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν. ⸂Ἡ μὲν οὖν ἐκκλησία καθʼ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχεν εἰρήνην οἰκοδομουμένη, καὶ πορευομένη τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνετο36. Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα. εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ⸂ὀνόματι Αἰνέαν37 ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ ⸀κραβάττου38 ὃς ἦν παραλελυμένος. καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ⸀Χριστός39 ἀνάστηθι καὶ στρῶσον σεαυτῷ· καὶ εὐθέως ἀνέστη. καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν ⸀Σαρῶνα40 οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον. Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ⸂ἔργων ἀγαθῶν41 καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ⸂ἔθηκαν αὐτὴν42 ἐν ὑπερῴῳ. ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν ⸂δύο ἄνδρας43 πρὸς αὐτὸν παρακαλοῦντες· Μὴ ⸀ὀκνήσῃς44 διελθεῖν ἕως ⸀ἡμῶν45 ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετʼ αὐτῶν οὖσα ἡ Δορκάς. ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος ⸀καὶ46 θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν· Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν. δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. γνωστὸν δὲ ἐγένετο καθʼ ὅλης ⸀τῆς47 Ἰόππης, καὶ ⸂ἐπίστευσαν πολλοὶ48 ἐπὶ τὸν κύριον. ἐγένετο ⸀δὲ49 ἡμέρας ἱκανὰς ⸀μεῖναι50 ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.
Source notes (50)
- Footnote ἐξαίφνης τε αὐτὸν περιήστραψεν WH Treg NA28 ] καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν RP
- Footnote ἐκ WH Treg NA28 ] ἀπὸ RP
- Footnote δέ WH Treg NA28 ] + κύριος εἶπεν RP
- Footnote ὅ τί Treg NA28 ] ὅτι WH; τί RP
- Footnote Σαῦλος WH Treg NA28 ] ὁ Σαῦλος RP
- Footnote δὲ WH Treg NA28 ] τε RP
- Footnote οὐδὲν WH Treg NA28 ] οὐδένα RP
- Footnote ἐν ὁράματι ὁ κύριος WH Treg NA28 ] ὁ κύριος ἐν ὁράματι RP
- Footnote Ἀναστὰς Treg NA28 RP ] Ἀνάστα WH
- Footnote ἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι WH Treg NA28 ] ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν RP
- Footnote χεῖρας Treg ] τὰς χεῖρας WH NA28; χεῖρα RP
- Footnote ἤκουσα WH Treg NA28 ] ἀκήκοα RP
- Footnote τοῖς ἁγίοις σου ἐποίησεν WH Treg NA28 ] ἐποίησεν τοῖς ἁγίοις σου RP
- Footnote ἐστίν μοι WH Treg NA28 ] μοι ἐστίν RP
- Footnote ἐθνῶν Treg NA28 RP ] τῶν ἐθνῶν WH
- Footnote τε WH Treg NA28 ] – RP
- Footnote Ἰησοῦς WH Treg NA28 ] – RP
- Footnote αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν WH Treg NA28 ] ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ RP
- Footnote ὡς WH Treg NA28 ] ὡσεὶ RP
- Footnote ἐνίσχυσεν Treg NA28 RP ] ἐνισχύθη WH
- Footnote δὲ WH Treg NA28 ] + ὁ Σαῦλος RP
- Footnote Ἰησοῦν WH Treg NA28 ] χριστόν RP
- Footnote ἐν WH Treg RP ] εἰς NA28
- Footnote συνέχυννεν WH NA28 ] συνέχυνεν Treg RP
- Footnote τοὺς Treg NA28 RP ] – WH
- Footnote παρετηροῦντο δὲ καὶ WH Treg NA28 ] Παρετήρουν τε RP
- Footnote οἱ μαθηταὶ αὐτοῦ WH Treg NA28 ] αὐτὸν οἱ μαθηταὶ RP
- Footnote διὰ τοῦ τείχους καθῆκαν αὐτὸν WH Treg NA28 ] καθῆκαν διὰ τοῦ τείχους RP
- Footnote εἰς WH Treg NA28 ] ὁ Σαῦλος ἐν RP
- Footnote ἐπείραζεν WH Treg NA28 ] ἐπειρᾶτο RP
- Footnote τοῦ NA28 RP ] – WH Treg
- Footnote καὶ ἐκπορευόμενος WH Treg NA28 ] – RP
- Footnote Ἰερουσαλήμ WH Treg NA28 ] + καὶ RP
- Footnote κυρίου WH Treg NA28 ] + Ἰησοῦ RP
- Footnote ἀνελεῖν αὐτόν WH Treg NA28 ] αὐτόν ἀνελεῖν RP
- Footnote Ἡ … ἐκκλησία … εἶχεν … οἰκοδομουμένη … πορευομένη … ἐπληθύνετο WH Treg NA28 ] Αἱ … ἐκκλησίαι … εἶχον … οἰκοδομούμεναι … πορευόμεναι … ἐπληθύνοντο RP
- Footnote ὀνόματι Αἰνέαν WH Treg NA28 ] Αἰνέαν ὀνόματι RP
- Footnote κραβάττου WH Treg NA28 ] κραββάτῳ RP
- Footnote Χριστός WH Treg NA28 ] ὁ χριστός RP
- Footnote Σαρῶνα WH Treg NA28 ] Ἀσσάρωνα RP
- Footnote ἔργων ἀγαθῶν WH Treg NA28 ] ἀγαθῶν ἔργων RP
- Footnote ἔθηκαν αὐτὴν Treg NA28 ] αὐτὴν ἔθηκαν RP; ἔθηκαν WH
- Footnote δύο ἄνδρας WH Treg NA28 ] – RP
- Footnote ὀκνήσῃς WH Treg NA28 ] ὀκνῆσαι RP
- Footnote ἡμῶν WH Treg NA28 ] αὐτῶν RP
- Footnote καὶ WH Treg NA28 ] – RP
- Footnote τῆς Treg NA28 RP ] – WH
- Footnote ἐπίστευσαν πολλοὶ WH Treg NA28 ] πολλοὶ ἐπίστευσαν RP
- Footnote δὲ WH NA28 RP ] + αὐτὸν Treg
- Footnote μεῖναι WH Treg NA28 ] + αὐτὸν RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.